§3.86.1ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξ κατὰ συνεθήκαντο παρῆσαν ἐπὶ τῶν ἵππων·
그리고 날이 밝아올 무렵, 여섯 사람은 약속한 대로 말을 타고 나타났다.
διεξελαυνόντων δὲ κατὰ τὸ προάστειον, ὡς κατὰ τοῦτο τὸ χωρίον ἐγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς κατεδέδετο ἡ θήλεα ἵππος, ἐνθαῦτα ὁ Δαρείου ἵππος προσδραμὼν ἐχρεμέτισε·
그들이 교외를 말을 타고 지나가다가, 지난밤에 그 암말이 묶여 있던 바로 그 장소에 이르렀을 때, 거기서 다레이오스의 말이 달려 나가며 울부짖었다.
§3.86.2ἅμα δὲ τῷ ἵππῳ τοῦτο ποιήσαντι ἀστραπὴ ἐξ αἰθρίης καὶ βροντὴ ἐγένετο.
말이 이렇게 행함과 동시에, 맑은 하늘에서 번개와 천둥이 일어났다.
ἐπιγενόμενα δὲ ταῦτα τῷ Δαρείῳ ἐτελέωσέ μιν ὥσπερ ἐκ συνθέτου τευ γενόμενα· οἳ δὲ καταθορόντες ἀπὸ τῶν ἵππων προσεκύνεον τὸν Δαρεῖον.
이 일들이 뒤이어 일어난 것은 다레이오스에게 마치 어떤 약속에 의해 이루어진 것처럼 그의 일을 확정해 주었고, 다른 이들은 말에서 뛰어내려 다레이오스에게 절을 했다.