§3.32.1ἀμφὶ δὲ τῷ θανάτῳ αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος.
彼女の死については、スメルディスの死についてと同様に、二通りの話が語られている。
Ἕλληνες μὲν λέγουσι Καμβύσεα συμβαλεῖν σκύμνον λέοντος σκύλακι κυνός, θεωρέειν δὲ καὶ τὴν γυναῖκα ταύτην, νικωμένου δὲ τοῦ σκύλακος ἀδελφεὸν αὐτοῦ ἄλλον σκύλακα ἀπορρήξαντα τὸν δεσμὸν παραγενέσθαι οἱ, δύο δὲ γενομένους οὕτω δὴ τοὺς σκύλακας ἐπικρατῆσαι τοῦ σκύμνου.
ギリシア人が言うには、カンビュセスがライオンの子を犬の子と戦わせ、この妻もそれを観ていたが、犬の子が負けそうになると、その兄弟である別の犬が繋ぎ目を引きちぎって駆けつけ、二匹になった犬の子たちがこうしてライオンの子を打ち負かした。
§3.32.2καὶ τὸν μὲν Καμβύσεα ἥδεσθαι θεώμενον, τὴν δὲ παρημένην δακρύειν.
そしてカンビュセスはそれを観て喜んだが、傍らに座っていた彼女は涙を流した。
Καμβύσεα δὲ μαθόντα τοῦτο ἐπειρέσθαι διʼ ὅ τι δακρύει, τὴν δὲ εἰπεῖν ὡς ἰδοῦσα τὸν σκύλακα τῷ ἀδελφεῷ τιμωρήσαντα δακρύσειε, μνησθεῖσά τε Σμέρδιος καὶ μαθοῦσα ὡς ἐκείνῳ οὐκ εἴη ὁ τιμωρήσων.
カンビュセスはこれに気づいて、なぜ泣くのかと尋ねると、彼女は、犬の子が兄弟を助けたのを見て涙を流したのだと言い、スメルディスのことを思い出し、彼には助けてくれる者が誰もいないのだと知ったからだと言った。
§3.32.3Ἕλληνες μὲν δὴ διὰ τοῦτο τὸ ἔπος φασὶ αὐτὴν ἀπολέσθαι ὑπὸ Καμβύσεω, Αἰγύπτιοι δὲ ὡς τραπέζῃ παρακατημένων λαβοῦσαν θρίδακα τὴν γυναῖκα περιτῖλαι καὶ ἐπανειρέσθαι τὸν ἄνδρα κότερον περιτετιλμένη ἡ θρίδαξ ἢ δασέα εἴη καλλίων, καὶ τὸν φάναι δασέαν, τὴν δʼ εἰπεῖν §3.32.4ταύτην μέντοι κοτὲ σὺ τὴν θρίδακα ἐμιμήσαο τὸν Κύρου οἶκον ἀποψιλώσας.
ギリシア人たちは、まさにこの言葉のために、彼女がカンビュセスによって殺されたのだと言う。 しかし、エジプト人が言うには、食卓に二人が並んで座っていた時に、妻がレタスを手にとって葉をむしり取り、夫に、葉をむしり取られたレタスと葉の生い茂ったレタスのどちらが美しいかと尋ね、彼が「生い茂った方だ」と答えると、彼女は言った、「しかしあなたはある時、キュロスの家を丸裸にして、このレタスと同じようにしたのです」と。
τὸν δὲ θυμωθέντα ἐμπηδῆσαι αὐτῇ ἐχούσῃ ἐν γαστρί, καί μιν ἐκτρώσασαν ἀποθανεῖν.
すると彼は怒り狂い、身重であった彼女に飛びかかり、彼女は流産して死んでしまった。