§3.30.1Καμβύσης δέ, ὡς λέγουσι Αἰγύπτιοι, αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη, ἐὼν οὐδὲ πρότερον φρενήρης.
エジプト人たちが言うには、カンビュセスはこの悪行のために直ちに狂気にとりつかれたが、彼はそれ以前から決して正気ではなかった。
καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς, τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου, ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε, τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι, τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο.
そして彼は悪行の第一として、同じ父と母から生まれた兄弟であるスメルディスに対してそれを行った。 彼は、ペルシア人のうちでスメルディスだけが、魚食民がエチオピア人から持ち帰ったあの弓を指二本分ほど引くことができ、他のペルシア人には誰もそれができなかったという嫉妬から、彼をエジプトからペルシアへ送り返していたのである。
§3.30.2ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν εἶδε ὁ Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε·
さて、スメルディスがペルシアへ去った後、カンビュセスは寝ている間に次のような夢を見た。
ἔδοξέ οἱ ἄγγελον ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε.
すなわち、ペルシアからの使者がやって来て、スメルディスが王座に座り、その頭が天に触れていると告げるように思われたのである。
§3.30.3πρὸς ὦν ταῦτα δείσας περὶ ἑωυτοῦ μή μιν ἀποκτείνας ὁ ἀδελφεὸς ἄρχῃ, πέμπει Πρηξάσπεα ἐς Πέρσας, ὃς ἦν οἱ ἀνὴρ Περσέων πιστότατος, ἀποκτενέοντά μιν.
そこで、この夢のために、兄弟が自分を殺して統治するのではないかと自らの身を恐れた彼は、ペルシア人の中で最も信頼していた男であるプレクサスペスを、彼を殺すためにペルシアへ派遣した。
ὁ δὲ ἀναβὰς ἐς Σοῦσα ἀπέκτεινε Σμέρδιν, οἳ μὲν λέγουσι ἐπʼ ἄγρην ἐξαγαγόντα, οἳ δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι.
プレクサスペスはスサへ上って行き、スメルディスを殺したが、ある人々は彼を狩りに連れ出して殺したと言い、またある人々は紅海へ連れ出して溺死させたと言う。