Humanitext Reader

希罗多德 · 历史 §3.30.1-3.30.3

冈比西斯发狂与谋杀兄弟斯美尔迪斯

第 434 段,共 1577 段 · 希腊语

内容简介

冈比西斯因伤害阿庇斯的恶行而立即发疯,作为第一桩恶事,他谋杀了因嫉妒而被送回波斯的兄弟斯美尔迪斯。他梦见斯美尔迪斯登上王位,因恐惧自身安危而派亲信普雷克萨斯佩斯前往苏萨将其暗杀。

§3.30.1Καμβύσης δέ, ὡς λέγουσι Αἰγύπτιοι, αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη, ἐὼν οὐδὲ πρότερον φρενήρης.
正如埃及人所说,冈比西斯因这一恶行立刻发了疯,而他此前也并非心智健全。
καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς, τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου, ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε ἐπὶ δύο δακτύλους εἴρυσε, τὸ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι, τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε ἐγένετο.
他所作的恶事中,第一件就是针对他同父同母的兄弟斯美尔迪斯。 冈比西斯出于嫉妒,将他从埃及送回了波斯,因为在所有波斯人中,只有斯美尔迪斯一个人能将鱼食族从埃塞俄比亚人那里带回的那张弓拉开约两指之宽,而其他波斯人中没有一个能做到。
§3.30.2ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν εἶδε ὁ Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε· ἔδοξέ οἱ ἄγγελον ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε.
在斯美尔迪斯返回波斯之后,冈比西斯在梦中看到了这样一幕幻象:他觉得一个从波斯来的使者向他报告说,斯美尔迪斯坐在王座上,他的头触到了天空。
§3.30.3πρὸς ὦν ταῦτα δείσας περὶ ἑωυτοῦ μή μιν ἀποκτείνας ὁ ἀδελφεὸς ἄρχῃ, πέμπει Πρηξάσπεα ἐς Πέρσας, ὃς ἦν οἱ ἀνὴρ Περσέων πιστότατος, ἀποκτενέοντά μιν.
因此,他为此为自己感到恐惧,唯恐他的兄弟会杀了他并进行统治,于是派他最信任的波斯人普雷克萨斯佩斯去波斯杀掉他。
ὁ δὲ ἀναβὰς ἐς Σοῦσα ἀπέκτεινε Σμέρδιν, οἳ μὲν λέγουσι ἐπʼ ἄγρην ἐξαγαγόντα, οἳ δὲ ἐς τὴν Ἐρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι.
普雷克萨斯佩斯上到苏萨杀死了斯美尔迪斯。 有人说,他是把斯美尔迪斯带出去打猎时杀死的;也有人说,他是把斯美尔迪斯带到红海并将其淹死的。

词汇与语法注释

  1. 3.30.1ἐὼν οὐδὲ πρότερον φρενήρης — 现在分词 ἐών(爱奥尼亚方言,相当于雅典方言的 ὤν)作让步状语,意为“虽然他在此之前也并非心智健全”。
  2. 3.30.2ψαύσειε — 由于主句动词 ἔδοξε 是过去时,在引导间接引语的 ὡς 从句中,使用了斜格祈愿式(不定过去时祈愿式单数第三人称)来代替直陈时态。
  3. 3.30.3μή μιν ἀποκτείνας ὁ ἀδελφεὸς ἄρχῃ — 由表示恐惧的分词 δείσας 引导的 μή 从句(使用虚拟式 ἄρχῃ),意为“唯恐……”。人称代词 μ源(μιν)是爱奥尼亚方言中的第三人称单数宾格(相当于雅典方言的 αὐτόν),作为分词 ἀποκτείνας(其主语为 ὁ ἀδελφεός)的宾语,指代冈比西斯自己。

引用这一段

希罗多德, 历史 §3.30.1-3.30.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.30.1-3.30.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。