§3.126.1Πολυκράτεος μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι ἐς τοῦτο ἐτελεύτησαν τῇ οἱ Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς προεμαντεύσατο.
ポリュクラテスの数々の幸運は、エジプト王アマシスが彼に予言した通りの結末を迎えた。
χρόνῳ δὲ οὐ πολλῷ ὕστερον καὶ Ὀροίτεα Πολυκράτεος τίσιες μετῆλθον.
それから間もなく、ポリュクラテスに対する復讐がオロイテスをも襲った。
μετὰ γὰρ τὸν Καμβύσεω θάνατον καὶ τῶν Μάγων τὴν βασιληίην μένων ἐν τῇσι Σάρδισι Ὀροίτης ὠφέλεε μὲν οὐδὲν Πέρσας ὑπὸ Μήδων ἀπαραιρημένους τὴν ἀρχήν·
カンビュセスの死とマゴス僧たちの治世の後、サルディスに留まっていたオロイテスは、メディア人によって支配権を奪われたペルシア人たちを全く助けようとはしなかった。
§3.126.2ὁ δὲ ἐν ταύτῃ τῇ ταραχῇ κατὰ μὲν ἔκτεινε Μιτροβάτεα τὸν ἐκ Δασκυλείου ὕπαρχον, ὅς οἱ ὠνείδισε τὰ ἐς Πολυκράτεα ἔχοντα, κατὰ δὲ τοῦ Μιτροβάτεω τὸν παῖδα Κρανάσπην, ἄνδρας ἐν Πέρσῃσι δοκίμους, ἄλλα τε ἐξύβρισε παντοῖα καί τινα ἀγγελιηφόρον ἐλθόντα Δαρείου παρʼ αὐτόν, ὡς οὐ πρὸς ἡδονήν οἱ ἦν τὰ ἀγγελλόμενα, κτείνει μιν ὀπίσω κομιζόμενον, ἄνδρας οἱ ὑπείσας κατʼ ὁδόν, ἀποκτείνας δέ μιν ἠφάνισε αὐτῷ ἵππῳ.
それどころか、彼はこの混乱に乗じて、ダスキュレイオンの太守であり、ポリュクラテスの件で自分を非難したミトロバテスを殺害し、さらにミトロバテスの子クラナスペスをも殺害した。 二人はペルシア人の中でも名望ある男たちであった。 また彼は、他にもあらゆる非道な振る舞いに及び、ダレイオスから彼のもとにやって来たある使者がもたらした知らせが、彼の気に入らなかったという理由で、その使者が帰路につくところを、道中に伏兵を配置して殺害させた。 そして彼を殺した後に、馬もろともその姿を消し去ってしまった。