§3.126.1Πολυκράτεος μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι ἐς τοῦτο ἐτελεύτησαν τῇ οἱ Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς προεμαντεύσατο.
Thus the many successes of Polycrates ended in the very way that Amasis, the king of Egypt, had foretold to him.
χρόνῳ δὲ οὐ πολλῷ ὕστερον καὶ Ὀροίτεα Πολυκράτεος τίσιες μετῆλθον.
Not long afterwards, vengeance for Polycrates also overtook Oroetes.
μετὰ γὰρ τὸν Καμβύσεω θάνατον καὶ τῶν Μάγων τὴν βασιληίην μένων ἐν τῇσι Σάρδισι Ὀροίτης ὠφέλεε μὲν οὐδὲν Πέρσας ὑπὸ Μήδων ἀπαραιρημένους τὴν ἀρχήν· §3.126.2ὁ δὲ ἐν ταύτῃ τῇ ταραχῇ κατὰ μὲν ἔκτεινε Μιτροβάτεα τὸν ἐκ Δασκυλείου ὕπαρχον, ὅς οἱ ὠνείδισε τὰ ἐς Πολυκράτεα ἔχοντα, κατὰ δὲ τοῦ Μιτροβάτεω τὸν παῖδα Κρανάσπην, ἄνδρας ἐν Πέρσῃσι δοκίμους, ἄλλα τε ἐξύβρισε παντοῖα καί τινα ἀγγελιηφόρον ἐλθόντα Δαρείου παρʼ αὐτόν, ὡς οὐ πρὸς ἡδονήν οἱ ἦν τὰ ἀγγελλόμενα, κτείνει μιν ὀπίσω κομιζόμενον, ἄνδρας οἱ ὑπείσας κατʼ ὁδόν, ἀποκτείνας δέ μιν ἠφάνισε αὐτῷ ἵππῳ.
For after the death of Cambyses and during the reign of the Magi, Oroetes, remaining in Sardis, rendered no help to the Persians when they were deprived of their rule by the Medes. Instead, in this confusion, he killed Mitrobates, the governor of Dascylium, who had reproached him with matters concerning Polycrates, and also Mitrobates' son Cranaspes, both of whom were distinguished men among the Persians. He also committed all kinds of other outrages; and when a certain messenger came to him from Darius, because the message brought was not to his liking, he killed him on his way back, having set men in ambush for him along the road, and after killing him, he made him disappear, horse and all.