§3.117.1ἔστι δὲ πεδίον ἐν τῇ Ἀσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν, διασφάγες δὲ τοῦ ὄρεος εἰσὶ πέντε.
アジアに、四方を山に囲まれた平原があり、その山には五つの峡谷がある。
τοῦτο τὸ πεδίον ἦν μὲν κοτὲ Χορασμίων, ἐν οὔροισι ἐὸν Χορασμίων τε αὐτῶν καὶ Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων, ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος, ἐστὶ τοῦ βασιλέος.
この平原はかつてはコラスミオイ人のものであり、彼ら自身とヒュルカνιοι人、パルトイ人、サランゲス人、タマナイオイ人の境界にあったが、ペルシア人が権力を握ってからは、王のものとなっている。
§3.117.2ἐκ δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ῥέει ποταμὸς μέγας, οὔνομα δέ οἱ ἐστὶ Ἄκης.
さて、この取り囲む山から大河が流れており、その名はアケスという。
οὗτος πρότερον μὲν ἄρδεσκε διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας, διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι·
この川は以前は五つに分流して、上述の諸民族の土地を潤しており、それぞれの峡谷を通ってそれぞれの民族のもとへと導かれていた。
ἐπείτε δὲ ὑπὸ τῷ Πέρσῃ εἰσί, πεπόνθασι τοιόνδε·
しかし彼らがペルシア人の配下に入ってからは、次のような目にあっている。
§3.117.3τὰς διασφάγας τῶν ὀρέων ἐνδείμας ὁ βασιλεὺς πύλας ἐπʼ ἑκάστῃ διασφάγι ἔστησε·
王は山々の峡谷を塞ぐ築堤を施し、それぞれの峡谷に水門を設けた。
ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς ἐξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται, ἐνδιδόντος μὲν τοῦ ποταμοῦ, ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν.
水の出口が閉ざされたため、山々の内側にある平原は、川が流れ込む一方でどこにも出口がないため、湖のようになってしまうのである。
§3.117.4οὗτοι ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι, οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι συμφορῇ μεγάλῃ διαχρέωνται.
そのため、以前は水を利用することに慣れていたこれらの人々は、それを利用することができず、大変な困難に直面している。
τὸν μὲν γὰρ χειμῶνα ὕει σφι ὁ θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι, τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι.
というのも、冬の間は神が他の人々と同じように彼らにも雨を降らせてくれるのだが、夏になってキビやゴマを播く時には、彼らはその水を必要とするからである。
§3.117.5ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος, ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες, στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι, ὁ δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας.
それゆえ、水がまったく与えられないとなると、彼らは自らも妻たちも伴ってペルシアの地へと赴き、王の門前に立って大声で泣きわめく。
§3.117.6ἐπεὰν δὲ διάκορος ἡ γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ, αὗται μὲν αἱ πύλαι ἀποκληίονται, ἄλλας δʼ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν.
すると王は、彼らの中で最も水を必要としている者たちの土地へ通じる水門を開けるよう命令を下すのである。 そして、彼らの土地が水を十分に吸い込んで満ち足りると、これらの水門は閉じられ、残りの人々のうちで最も必要としている別の者たちのために別の水門を開けるよう命じる。
ὡς δʼ ἐγὼ οἶδα ἀκούσας, χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου.
しかし、私が人から聞いて知っているところでは、王は通常の貢納金とは別に、多額の金を要求した上で水門を開けるのだという。