§3.116.1πρὸς δὲ ἄρκτου τῆς Εὐρώπης πολλῷ τι πλεῖστος χρυσὸς φαίνεται ἐών·
しかし、ヨーロッパの北の方には、はるかに大量の金が存在しているようである。
ὅκως μὲν γινόμενος, οὐκ ἔχω οὐδὲ τοῦτο ἀτρεκέως εἶπαι, λέγεται δὲ ὑπὲκ τῶν γρυπῶν ἁρπάζειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους.
それがどのようにして得られるのか、これについても私は確かなことを語ることができないが、隻眼の男たちであるアリマスポイ人が、グリフィン(有翼の怪獣)たちの下から奪い取っているのだと言われている。
§3.116.2πείθομαι δὲ οὐδὲ τοῦτο ὅκως μουνόφθαλμοι ἄνδρες φύονται, φύσιν ἔχοντες τὴν ἄλλην ὁμοίην τοῖσι ἄλλοισι ἀνθρώποισι·
しかし私は、他の点では他の人間と同じ性質を持ちながら、隻眼の人間が生まれてくるなどということも信じない。
§3.116.3αἱ δὲ ὦν ἐσχατιαὶ οἴκασι, περικληίουσαι τὴν ἄλλην χώρην καὶ ἐντὸς ἀπέργουσαι, τὰ κάλλιστα δοκέοντα ἡμῖν εἶναι καὶ σπανιώτατα ἔχειν αὗται.
いずれにせよ、他の土地を取り囲み、その内側に閉じ込めている最果ての地こそが、私たちにとって最も美しく、最も稀少であると思われるものを持っているようである。