Humanitext Reader

希罗多德 · 历史 §3.117.1-3.117.6

阿克斯河的灌溉与波斯国王对水闸的控制

第 521 段,共 1577 段 · 希腊语

内容简介

在波斯统治下的阿克斯平原,国王用闸门堵塞了山谷缺口,导致周边部落面临严重的灌溉用水短缺,他们不得不前往波斯宫廷哀求,并在缴纳巨额钱财后才能获准开闸放水。

§3.117.1ἔστι δὲ πεδίον ἐν τῇ Ἀσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν, διασφάγες δὲ τοῦ ὄρεος εἰσὶ πέντε.
亚洲有一处平原,四面环山,山上有五个缺口。
τοῦτο τὸ πεδίον ἦν μὲν κοτὲ Χορασμίων, ἐν οὔροισι ἐὸν Χορασμίων τε αὐτῶν καὶ Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων, ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος, ἐστὶ τοῦ βασιλέος.
这片平原曾经属于霍拉斯米亚人,位于霍拉斯米亚人自己、赫尔卡尼亚人、帕提亚人、萨兰加人以及塔马奈亚人的交界处;但自从波斯人掌权以来,它便属于国王了。
§3.117.2ἐκ δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ῥέει ποταμὸς μέγας, οὔνομα δέ οἱ ἐστὶ Ἄκης.
从这圈环绕的山中流出一条大河,名叫阿克斯河。
οὗτος πρότερον μὲν ἄρδεσκε διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας, διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι· ἐπείτε δὲ ὑπὸ τῷ Πέρσῃ εἰσί, πεπόνθασι τοιόνδε· §3.117.3τὰς διασφάγας τῶν ὀρέων ἐνδείμας ὁ βασιλεὺς πύλας ἐπʼ ἑκάστῃ διασφάγι ἔστησε· ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς ἐξόδου τὸ πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται, ἐνδιδόντος μὲν τοῦ ποταμοῦ, ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν.
这条河以前分为五股,灌溉着上述这些部落的土地,通过每个缺口引向每个部落;但自从他们归波斯人统治以来,他们便遭遇了以下的情况:国王堵塞了山中的这些缺口,在每个缺口处设立了水门;由于出口被封锁,山谷内部的平原便成了一片汪洋,因为河水不断涌入,却无处宣泄。
§3.117.4οὗτοι ὦν οἵ περ ἔμπροσθε ἐώθεσαν χρᾶσθαι τῷ ὕδατι, οὐκ ἔχοντες αὐτῷ χρᾶσθαι συμφορῇ μεγάλῃ διαχρέωνται.
因此,那些以前习惯使用这水的人,因为无法使用它,正遭受着巨大的灾难。
τὸν μὲν γὰρ χειμῶνα ὕει σφι ὁ θεὸς ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι, τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται τῷ ὕδατι.
因为在冬天,神确实像对待其他人一样给他们降雨,但在夏天播种小米和芝麻时,他们就非常需要这水了。
§3.117.5ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος, ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες, στάντες κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι, ὁ δὲ βασιλεὺς τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς πύλας τὰς ἐς τοῦτο φερούσας.
因此,当没有水分给他们时,他们便与妻子一同前往波斯,站在国王的大门前放声号哭;于是国王便下令,为他们之中最急需水的人,打开通往该处的那些水门。
§3.117.6ἐπεὰν δὲ διάκορος ἡ γῆ σφεων γένηται πίνουσα τὸ ὕδωρ, αὗται μὲν αἱ πύλαι ἀποκληίονται, ἄλλας δʼ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι δεομένοισι μάλιστα τῶν λοιπῶν.
而当他们的土地吸饱了水而满足后,这些水门就被关闭,他又下令为其余的人中同样最急需的人打开另外的水门。
ὡς δʼ ἐγὼ οἶδα ἀκούσας, χρήματα μεγάλα πρησσόμενος ἀνοίγει πάρεξ τοῦ φόρου.
但据我听闻所知,他在征税之外,还要索取巨额的钱财才会打开水门。

词汇与语法注释

  1. §3.117.1ἦν μὲν κοτὲ Χορασμίων ... ἐστὶ τοῦ βασιλέος — 与动词 `ἦν` 和 `ἐστί` 连用作表语的属格 `Χορασμίων` 和 `τοῦ βασιλέος` 均表示所有或归属(“属于……的”)。
  2. §3.117.2ἑκάστης ἑκάστοισι — 两个不同格的分配代词的并置(阴性单数属格 `ἑκάστης` 指代缺口,阳性复数与格 `ἑκάστοισι` 指代部落)简洁地表达了分配关系:“通过每个(缺口)向每个(部落)”。
  3. §3.117.4ὕει σφι ὁ θεός — 在表达天气的句子中,主语 `ὁ θεός`(神)被明确地与动词 `ὕει`(下雨)一同使用,而与格 `σφι`(第三人称复数与格 `σφίσι` 的爱奥尼亚方言形式)则表示受影响的对象(“为他们”或“在他们那里”)。
  4. §3.117.6χρήματα μεγάλα πρησσόμενος — 动词 `πρησσομαι`(`πράσσω` 的爱奥尼亚方言中度态)通常带双宾格,意为“向(某人)征收/索取(某物)”。在此处,被索取的人被省略,仅有表示被索取物的 `χρήματα μεγάλα` 以宾格形式出现。

引用这一段

希罗多德, 历史 §3.117.1-3.117.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.117.1-3.117.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。