§3.113.1τοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω, ἀπόζει δὲ τῆς χώρης τῆς Ἀραβίης θεσπέσιον ὡς ἡδύ.
香料についてはこれだけ語られたことにしておこう。 アラビアの地からは驚くほど甘い香りが漂っている。
δύο δὲ γένεα ὀίων σφι ἐστὶ θώματος ἄξια, τὰ οὐδαμόθι ἑτέρωθι ἐστί.
そして彼らには、他にはどこにもいない、驚くに値する二つの種類の羊がいる。
τὸ μὲν αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς, τριῶν πηχέων οὐκ ἐλάσσονας, τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν, ἕλκεα ἂν ἔχοιεν ἀνατριβομενέων πρὸς τῇ γῇ τῶν οὐρέων·
それらのうちの一方は長い尾を持っており、それは三ペキスを下回らない。 もし誰かがその尾を彼らに引きずらせるままにしておくなら、尾が地面にこすれて、彼らは傷を負うことになるだろう。
§3.113.2νῦν δʼ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργέειν ἐς τοσοῦτο·
しかし今や、羊飼いたちは誰もがこれほどの木工技術を心得ている。
ἁμαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι, ἑνὸς ἑκάστου κτήνεος τὴν οὐρὴν ἐπὶ ἁμαξίδα ἑκάστην καταδέοντες.
というのも、彼らは小さな車を作って、それらを尾の下に結びつけ、個々の家畜の尾をそれぞれ一台の車に縛り付けるからである。
τὸ δὲ ἕτερον γένος τῶν ὀίων τὰς οὐρὰς πλατέας φορέουσι καὶ ἐπὶ πῆχυν πλάτος.
もう一方の種類の羊は、幅が広く、その幅が一ペキスにも及ぶ尾を持っている。