§3.113.1τοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω, ἀπόζει δὲ τῆς χώρης τῆς Ἀραβίης θεσπέσιον ὡς ἡδύ.
Let so much have been said about the spices, but from the land of Arabia there blows a scent wonderfully sweet.
δύο δὲ γένεα ὀίων σφι ἐστὶ θώματος ἄξια, τὰ οὐδαμόθι ἑτέρωθι ἐστί.
They have two kinds of sheep worthy of wonder, which exist nowhere else.
τὸ μὲν αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς, τριῶν πηχέων οὐκ ἐλάσσονας, τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν, ἕλκεα ἂν ἔχοιεν ἀνατριβομενέων πρὸς τῇ γῇ τῶν οὐρέων·
One of them has long tails, not less than three cubits, which, if anyone should allow them to drag them along, they would have sores from the tails rubbing against the ground.
§3.113.2νῦν δʼ ἅπας τις τῶν ποιμένων ἐπίσταται ξυλουργέειν ἐς τοσοῦτο· ἁμαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι, ἑνὸς ἑκάστου κτήνεος τὴν οὐρὴν ἐπὶ ἁμαξίδα ἑκάστην καταδέοντες.
But as it is, every one of the shepherds knows enough of woodworking for this: for they make small carts and bind them under the tails, fastening the tail of each individual beast to each single cart.
τὸ δὲ ἕτερον γένος τῶν ὀίων τὰς οὐρὰς πλατέας φορέουσι καὶ ἐπὶ πῆχυν πλάτος.
The other kind of sheep bear broad tails, even up to a cubit in width.