§3.109.1ὣς δὲ καὶ οἱ ἔχιδναί τε καὶ οἱ ἐν Ἀραβίοισι ὑπόπτεροι ὄφιες εἰ ἐγίνοντο ὡς ἡ φύσις αὐτοῖσι ὑπάρχει, οὐκ ἂν ἦν βιώσιμα ἀνθρώποισι·
そしてこのように、もしマムシやアラビアの翼ある蛇たちが、その生まれつきの性質のままに生まれていたならば、人間にとっては生きる余地がなかったであろう。
νῦν δʼ ἐπεὰν θορνύωνται κατὰ ζεύγεα καὶ ἐν αὐτῇ ᾖ ὁ ἔρσην τῇ ἐκποιήσι, ἀπιεμένου αὐτοῦ τὴν γονὴν ἡ θήλεα ἅπτεται τῆς δειρῆς, καὶ ἐμφῦσα οὐκ ἀνιεῖ πρὶν ἂν διαφάγῃ.
しかし実際には、彼らがつがいで交尾し、雄がまさに射精するその瞬間に、雄が種を放出すると、雌は雄の首に噛みつき、牙を食い込ませて噛みちぎるまで決して離さない。
§3.109.2ὁ μὲν δὴ ἔρσην ἀποθνήσκει τρόπῳ τῷ εἰρημένῳ, ἡ δὲ θήλεα τίσιν τοιήνδε ἀποτίνει τῷ ἔρσενι·
雄は確かに述べられた通りの方法で死ぬが、雌は雄に対して次のような報いを受ける。
τῷ γονέι τιμωρέοντα ἔτι ἐν τῇ γαστρὶ ἐόντα τὰ τέκνα διεσθίει τὴν μητέρα, διαφαγόντα δὲ τὴν νηδὺν αὐτῆς οὕτω τὴν ἔκδυσιν ποιέεται.
すなわち、まだ胎内にあるうちに父親の仇を討つ子らが、母親を食い破り、その胎内を食い荒らして、そのようにして外へと脱出するのである。
§3.109.3οἱ δὲ ἄλλοι ὄφιες ἐόντες ἀνθρώπων οὐ δηλήμονες τίκτουσί τε ᾠὰ καὶ ἐκλέπουσι πολλόν τι χρῆμα τῶν τέκνων.
一方、人間に害をなさない他の蛇たちは、卵を産み、非常に多くの子を孵す。
αἱ μέν νυν ἔχιδναι κατὰ πᾶσαν τὴν γῆν εἰσί, οἱ δὲ ὑπόπτεροι ὄφιες ἀθρόοι εἰσὶ ἐν τῇ Ἀραβίῃ καὶ οὐδαμῇ ἄλλῃ·
さて、マムシは全地に存在するが、翼のある蛇たちはアラビアにのみ集中的に存在し、他のどこにもいない。
κατὰ τοῦτο δοκέουσι πολλοὶ εἶναι.
このために、彼らは数多くいるように思われるのである。