§3.109.1ὣς δὲ καὶ οἱ ἔχιδναί τε καὶ οἱ ἐν Ἀραβίοισι ὑπόπτεροι ὄφιες εἰ ἐγίνοντο ὡς ἡ φύσις αὐτοῖσι ὑπάρχει, οὐκ ἂν ἦν βιώσιμα ἀνθρώποισι·
同样地,如果毒蛇和阿拉伯的有翼蛇按照其天性繁衍的话,人类就无法生存了。
νῦν δʼ ἐπεὰν θορνύωνται κατὰ ζεύγεα καὶ ἐν αὐτῇ ᾖ ὁ ἔρσην τῇ ἐκποιήσι, ἀπιεμένου αὐτοῦ τὴν γονὴν ἡ θήλεα ἅπτεται τῆς δειρῆς, καὶ ἐμφῦσα οὐκ ἀνιεῖ πρὶν ἂν διαφάγῃ.
但事实上,当它们成双交配、雄蛇正处于排精的瞬间,在雄蛇排出精液时,雌蛇就会咬住它的脖子,并死死咬住不放,直到将其咬断。
§3.109.2ὁ μὲν δὴ ἔρσην ἀποθνήσκει τρόπῳ τῷ εἰρημένῳ, ἡ δὲ θήλεα τίσιν τοιήνδε ἀποτίνει τῷ ἔρσενι· τῷ γονέι τιμωρέοντα ἔτι ἐν τῇ γαστρὶ ἐόντα τὰ τέκνα διεσθίει τὴν μητέρα, διαφαγόντα δὲ τὴν νηδὺν αὐτῆς οὕτω τὴν ἔκδυσιν ποιέεται.
雄蛇固然以所述的方式死去,而雌蛇则对雄蛇付出如下的代价:孩子们还在腹中时,为了给父亲报仇,便咬噬母亲,在咬穿她的肚子后,就这样脱身而出。
§3.109.3οἱ δὲ ἄλλοι ὄφιες ἐόντες ἀνθρώπων οὐ δηλήμονες τίκτουσί τε ᾠὰ καὶ ἐκλέπουσι πολλόν τι χρῆμα τῶν τέκνων.
而其他对人类无害的蛇,既产卵又孵化出极多的幼蛇。
αἱ μέν νυν ἔχιδναι κατὰ πᾶσαν τὴν γῆν εἰσί, οἱ δὲ ὑπόπτεροι ὄφιες ἀθρόοι εἰσὶ ἐν τῇ Ἀραβίῃ καὶ οὐδαμῇ ἄλλῃ· κατὰ τοῦτο δοκέουσι πολλοὶ εἶναι.
如今,毒蛇遍布整个大地,而有翼蛇则聚集在阿拉伯,别处绝无仅有;因此,它们显得数量繁多。