§2.97.1ἐπεὰν δὲ ἐπέλθῃ ὁ Νεῖλος τὴν χώρην, αἱ πόλιες μοῦναι φαίνονται ὑπερέχουσαι, μάλιστά κῃ ἐμφερέες τῇσι ἐν τῷ Αἰγαίῳ πόντῳ νήσοισι·
ナイル川がその土地に氾濫すると、町々だけが水上に突き出て見え、それはエーゲ海の島々にきわめてよく似ている。
τὰ μὲν γὰρ ἄλλα τῆς Αἰγύπτου πέλαγος γίνεται, αἱ δὲ πόλιες μοῦναι ὑπερέχουσι.
というのも、エジプトの他の部分は海となり、町々だけが突き出ているからである。
πορθμεύονται ὦν, ἐπεὰν τοῦτο γένηται, οὐκέτι κατὰ τὰ ῥέεθρα τοῦ ποταμοῦ ἀλλὰ διὰ μέσου τοῦ πεδίου.
したがって、このような状況になると、人々はもはや川の流れに沿ってではなく、平原の真ん中を舟で渡る。
§2.97.2ἐς μέν γε Μέμφιν ἐκ Ναυκράτιος ἀναπλώοντι παρʼ αὐτὰς τὰς πυραμίδας γίνεται ὁ πλόος·
実際、ナウクラティスからメンフィスへと上って航行する者にとっては、その航路はピラミッド自体のすぐ傍を通ることになる。
ἔστι δὲ οὐδʼ οὗτος, ἀλλὰ παρὰ τὸ ὀξὺ τοῦ Δέλτα καὶ παρὰ Κερκάσωρον πόλιν·
もっとも、通常の航路はこれではなく、デルタの頂点およびケルカソロス市の傍らを通るのであるが。
ἐς δὲ Ναύκρατιν ἀπὸ θαλάσσης καὶ Κανώβου διὰ πεδίου πλέων ἥξεις κατʼ Ἄνθυλλάν τε πόλιν καὶ τὴν Ἀρχάνδρου καλευμένην.
他方、海やカノボスからナウクラティスへと平原を通って航行すると、アンテュラという市や、「アルクアンドロスの(町)」と呼ばれる都市のところに着くことになる。