§2.97.1ἐπεὰν δὲ ἐπέλθῃ ὁ Νεῖλος τὴν χώρην, αἱ πόλιες μοῦναι φαίνονται ὑπερέχουσαι, μάλιστά κῃ ἐμφερέες τῇσι ἐν τῷ Αἰγαίῳ πόντῳ νήσοισι· τὰ μὲν γὰρ ἄλλα τῆς Αἰγύπτου πέλαγος γίνεται, αἱ δὲ πόλιες μοῦναι ὑπερέχουσι.
When the Nile floods the land, only the cities appear rising above the water, being very like the islands in the Aegean Sea; for the other parts of Egypt become a sea, and only the cities rise above it.
πορθμεύονται ὦν, ἐπεὰν τοῦτο γένηται, οὐκέτι κατὰ τὰ ῥέεθρα τοῦ ποταμοῦ ἀλλὰ διὰ μέσου τοῦ πεδίου.
Therefore, when this happens, they no longer journey along the channels of the river, but through the middle of the plain.
§2.97.2ἐς μέν γε Μέμφιν ἐκ Ναυκράτιος ἀναπλώοντι παρʼ αὐτὰς τὰς πυραμίδας γίνεται ὁ πλόος· ἔστι δὲ οὐδʼ οὗτος, ἀλλὰ παρὰ τὸ ὀξὺ τοῦ Δέλτα καὶ παρὰ Κερκάσωρον πόλιν·
Indeed, for one sailing up from Naucratis to Memphis, the voyage is made past the very pyramids; yet this is not the usual route, which is rather past the apex of the Delta and past the city of Cercasorus.
ἐς δὲ Ναύκρατιν ἀπὸ θαλάσσης καὶ Κανώβου διὰ πεδίου πλέων ἥξεις κατʼ Ἄνθυλλάν τε πόλιν καὶ τὴν Ἀρχάνδρου καλευμένην.
But if you sail from the sea and Canobus to Naucratis through the plain, you will arrive past the city of Anthylla and that which is called the city of Archandros.