§2.86.1εἰσὶ δὲ οἳ ἐπʼ αὐτῷ τούτῳ κατέαται καὶ τέχνην ἔχουσι ταύτην.
また、まさにこの目的のために控え、この技術を専門にしている者たちがいる。
§2.86.2οὗτοι, ἐπεάν σφι κομισθῇ νεκρός, δεικνύουσι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα, τῇ γραφῇ μεμιμημένα, καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶ εἶναι τοῦ οὐκ ὅσιον ποιεῦμαι τὸ οὔνομα ἐπὶ τοιούτῳ πρήγματι ὀνομάζειν, τὴν δὲ δευτέρην δεικνύουσι ὑποδεεστέρην τε ταύτης καὶ εὐτελεστέρην, τὴν δὲ τρίτην εὐτελεστάτην·
彼らは、死者が自分たちのもとに運ばれてくると、運んできた人々に、彩色して実物そっくりに作られた木製の死者の模型を見せる。 そして、それらのうちで最も入念なものは、このような事柄において私がその名を呼ぶことを不敬とみなすお方のもの(オシリス)であると言い、第二のものはこれより劣り安価なものを示し、第三のものは最も安価なものである。
φράσαντες δὲ πυνθάνονται παρʼ αὐτῶν κατὰ ἥντινα βούλονταί σφι σκευασθῆναι τὸν νεκρόν.
彼らはこれらを説明した上で、どの方法で死者を自分たちのために処理してほしいかを彼らに尋ねる。
§2.86.3οἳ μὲν δὴ ἐκποδὼν μισθῷ ὁμολογήσαντες ἀπαλλάσσονται, οἳ δὲ ὑπολειπόμενοι ἐν οἰκήμασι ὧδε τὰ σπουδαιότατα ταριχεύουσι.
そこで、彼らは代金を合意して立ち去り、他方、彼らは作業場に残り、最も入念な方法では次のようにミイラを作る。
πρῶτα μὲν σκολιῷ σιδήρῳ διὰ τῶν μυξωτήρων ἐξάγουσι τὸν ἐγκέφαλον, τὰ μὲν αὐτοῦ οὕτω ἐξάγοντες, τὰ δὲ ἐγχέοντες φάρμακα·
まず、曲がった鉄器具を用いて鼻の穴から脳を取り出し、脳のいくらかはそうして取り出し、残りは薬品を注入して取り出す。
§2.86.4μετὰ δὲ λίθῳ Αἰθιοπικῷ ὀξέι παρασχίσαντες παρὰ τὴν λαπάρην ἐξ ὦν εἷλον τὴν κοιλίην πᾶσαν, ἐκκαθήραντες δὲ αὐτὴν καὶ διηθήσαντες οἴνῳ φοινικηίῳ αὖτις διηθέουσι θυμιήμασι τετριμμένοισι·
その後、鋭いエチオピアの石で脇腹のあたりを切り裂き、そこから内臓をすべて取り出し、それをきれいに洗浄し、ヤシ酒で洗い流し、さらにすり潰した香料で再び洗い流す。
§2.86.5ἔπειτα τὴν νηδὺν σμύρνης ἀκηράτου τετριμμένης καὶ κασίης καὶ τῶν ἄλλων θυμιημάτων, πλὴν λιβανωτοῦ, πλήσαντες συρράπτουσι ὀπίσω.
それから、腹腔を、すり潰した純粋な没薬やカシア、および乳香を除くその他の香料で満たし、元通りに縫い合わせる。
ταῦτα δὲ ποιήσαντες ταριχεύουσι λίτρῳ κρύψαντες ἡμέρας ἑβδομήκοντα·
これらを行った後、彼らは天然炭酸ソーダの中に隠して70日間塩漬けにする。
πλεῦνας δὲ τουτέων οὐκ ἔξεστι ταριχεύειν.
これよりも多い日数の間、塩漬けにすることは許されない。
§2.86.6ἐπεὰν δὲ παρέλθωσι αἱ ἑβδομήκοντα, λούσαντες τὸν νεκρὸν κατειλίσσουσι πᾶν αὐτοῦ τὸ σῶμα σινδόνος βυσσίνης τελαμῶσι κατατετμημένοισι, ὑποχρίοντες τῷ κόμμι, τῷ δὴ ἀντὶ κόλλης τὰ πολλὰ χρέωνται Αἰγύπτιοι.
70日が経過すると、彼らは死者を洗い、その全身を、細亜麻布を細かく切って作った帯で巻き、ゴムを塗りつける。 このゴムを、エジプト人はたいてい接着剤の代わりに用いるのである。
§2.86.7ἐνθεῦτεν δὲ παραδεξάμενοί μιν οἱ προσήκοντες ποιεῦνται ξύλινον τύπον ἀνθρωποειδέα, ποιησάμενοι δὲ ἐσεργνῦσι τὸν νεκρόν, καὶ κατακληίσαντες οὕτω θησαυρίζουσι ἐν οἰκήματι θηκαίῳ, ἱστάντες ὀρθὸν πρὸς τοῖχον.
そこから、親族がそれを受け取り、人間の形をした木製の容器を作り、これを作ると死者を中に入れ、蓋を閉め、そのようにして墓室の中に、壁に立てかけて直立させて保管する。