§2.80.1συμφέρονται δὲ καὶ τόδε ἄλλο Αἰγύπτιοι Ἑλλήνων μούνοισι Λακεδαιμονίοισι·
エジプト人はまた、次の別の点でも、ギリシア人のうちラケダイモン人だけに合致している。
οἱ νεώτεροι αὐτῶν τοῖσι πρεσβυτέροισι συντυγχάνοντες εἴκουσι τῆς ὁδοῦ καὶ ἐκτρέπονται καὶ ἐπιοῦσι ἐξ ἕδρης ὑπανιστέαται.
すなわち、彼らのうち若い者たちは、年長者に出会うと道を譲って脇に避け、また年長者が近づいてくると席から立ち上がるのである。
§2.80.2τόδε μέντοι ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι συμφέρονται·
しかしながら、この点においては、ギリシア人の他の誰とも合致していない。
ἀντὶ τοῦ προσαγορεύειν ἀλλήλους ἐν τῇσι ὁδοῖσι προσκυνέουσι κατιέντες μέχρι τοῦ γούνατος τὴν χεῖρα.
路上で互いに言葉を交わして挨拶する代わりに、手を膝まで下ろして、お辞儀をするのである。