§2.80.1συμφέρονται δὲ καὶ τόδε ἄλλο Αἰγύπτιοι Ἑλλήνων μούνοισι Λακεδαιμονίοισι· οἱ νεώτεροι αὐτῶν τοῖσι πρεσβυτέροισι συντυγχάνοντες εἴκουσι τῆς ὁδοῦ καὶ ἐκτρέπονται καὶ ἐπιοῦσι ἐξ ἕδρης ὑπανιστέαται.
The Egyptians agree also in this other point with the Lacedaemonians alone of the Greeks: their younger men, when they meet their elders, give way to them and step aside out of the path, and rise up from their seats when the elders approach.
§2.80.2τόδε μέντοι ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι συμφέρονται· ἀντὶ τοῦ προσαγορεύειν ἀλλήλους ἐν τῇσι ὁδοῖσι προσκυνέουσι κατιέντες μέχρι τοῦ γούνατος τὴν χεῖρα.
In this other custom, however, they agree with none of the Greeks: instead of addressing one another in the streets, they bow, lowering their hand as far as the knee.