§2.75.1ἔστι δὲ χῶρος τῆς Ἀραβίης κατὰ Βουτοῦν πόλιν μάλιστά κῃ κείμενος, καὶ ἐς τοῦτο τὸ χωρίον ἦλθον πυνθανόμενος περὶ τῶν πτερωτῶν ὀφίων·
また、ブトの町に非常に近いアラビアの地があり、私は羽のある蛇たちについて尋ね知るためにこの場所へ行った。
ἀπικόμενος δὲ εἶδον ὀστέα ὀφίων καὶ ἀκάνθας πλήθεϊ μὲν ἀδύνατα ἀπηγήσασθαι, σωροὶ δὲ ἦσαν ἀκανθέων καὶ μεγάλοι καὶ ὑποδεέστεροι καὶ ἐλάσσονες ἔτι τούτων, πολλοὶ δὲ ἦσαν οὗτοι.
到着すると、私は蛇の骨と背骨を目にしたが、その数は語り尽くせないほどであり、背骨の山が、大きいものも、それよりやや小さいものも、さらにそれらより小さいものもあり、これらは数多く存在していた。
§2.75.2ἔστι δὲ ὁ χῶρος οὗτος, ἐν τῷ αἱ ἄκανθαι κατακεχύαται, τοιόσδε τις, ἐσβολὴ ἐξ ὀρέων στεινῶν ἐς πεδίον μέγα, τὸ δὲ πεδίον τοῦτο συνάπτει τῷ Αἰγυπτίῳ πεδίῳ.
この背骨が散乱している場所は、次のようなところである。 すなわち、狭い山々から広い平野へと通じる入り口であり、この平野はエジプトの平野へとつながっている。
§2.75.3λόγος δὲ ἐστὶ ἅμα τῷ ἔαρι πτερωτοὺς ὄφις ἐκ τῆς Ἀραβίης πέτεσθαι ἐπʼ Αἰγύπτου, τὰς δὲ ἴβις τὰς ὄρνιθας ἀπαντώσας ἐς τὴν ἐσβολὴν ταύτης τῆς χώρης οὐ παριέναι τοὺς ὄφις ἀλλὰ κατακτείνειν.
話によれば、春になると、羽のある蛇たちがアラビアからエジプトを目指して飛んでくるが、鳥であるイビスたちがこの地方の入り口で彼らを迎え撃ち、蛇たちを通さずに退治してしまうのだという。
§2.75.4καὶ τὴν ἶβιν διὰ τοῦτο τὸ ἔργον τετιμῆσθαι λέγουσι Ἀράβιοι μεγάλως πρὸς Αἰγυπτίων·
そして、アラビア人たちは、この功績のためにイビスがエジプト人から大いに崇められていると言っている。
ὁμολογέουσι δὲ καὶ Αἰγύπτιοι διὰ ταῦτα τιμᾶν τὰς ὄρνιθας ταύτας.
エジプト人自身も、こうした理由からこれらの鳥を崇めていることを認めている。