§2.70.1ἄγραι δὲ σφέων πολλαὶ κατεστᾶσι καὶ παντοῖαι·
彼らの捕獲法は数多く、また多種多様に存在する。
ἣ δʼ ὦν ἔμοιγε δοκέει ἀξιωτάτη ἀπηγήσιος εἶναι, ταύτην γράφω.
しかし、私にとって最も叙述するに値すると思われる方法を、ここに記す。
ἐπεὰν νῶτον ὑὸς δελεάσῃ περὶ ἄγκιστρον, μετιεῖ ἐς μέσον τὸν ποταμόν, αὐτὸς δὲ ἐπὶ τοῦ χείλεος τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν ταύτην τύπτει.
豚の背肉を釣り針の周りに餌として付けたとき、猟師はそれを川の真ん中へと投げ入れ、自身は川の岸辺で、生きた子豚を抱えてこれを叩く。
§2.70.2ἐπακούσας δὲ τῆς φωνῆς ὁ κροκόδειλος ἵεται κατὰ τὴν φωνήν, ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει·
その鳴き声を聞くと、ワニは声のする方へと急ぎ、豚の背肉に出くわすとそれを飲み込む。
οἳ δὲ ἕλκουσι.
すると彼らは引っ張る。
ἐπεὰν δὲ ἐξελκυσθῇ ἐς γῆν, πρῶτον ἁπάντων ὁ θηρευτὴς πηλῷ κατʼ ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς·
ワニが陸へと引き揚げられると、何よりもまず猟師は泥でワニの目を塗りつぶす。
τοῦτο δὲ ποιήσας κάρτα εὐπετέως τὰ λοιπὰ χειροῦται, μὴ ποιήσας δὲ τοῦτο σὺν πόνῳ.
これを行えば、残りの作業を極めて容易にこなしてワニを制圧できるが、これを行わなければ、骨を折ることになる。