§2.68.1τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε.
ワニの性質は次のようなものである。
τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν, ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖον ἐστί.
最も寒い四ヶ月の間は何も食べず、四つ足の動物でありながら、陸生でもあり水生でもある。
τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει, καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ, τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ·
すなわち、陸上に卵を産み落として孵化させ、一日の大部分を陸上で過ごすが、夜間は終始川の中で過ごす。
θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου.
というのも、水の中は屋外の空気や露よりも確かに温かいからである。
§2.68.2πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται·
我々が知るすべての死すべき生物の中で、これこそが最小のものから最大のものへと成長する。
τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει, καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται, αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι.
なぜなら、雁の卵より大して大きくない卵を産み、雛も卵の大きさに比例して生まれるが、成長すると十七キュビトかそれ以上に達するからである。
§2.68.3ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός, ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος.
目は豚の目を持ち、歯は大きく、その体に比例した牙を持つ。
γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε, οὐδὲ κινέει τὴν κάτω γνάθον, ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω.
また、獣の中で唯一舌を持たず、下顎を動かすこともない。 それどころか、これもまた獣の中で唯一、上顎を下顎の方へ引き寄せるのである。
§2.68.4ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου.
さらに、頑丈な爪を持ち、背中には破れぬ鱗に覆われた皮を備えている。
τυφλὸν δὲ ἐν ὕδατι, ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον.
水中では目が見えないが、屋外では極めて視力が良い。
ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον, τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων.
水中を生活の場としているため、その口の内部は一様にヒルで満ちている。
τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν, ὁ δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ·
他のすべての鳥や獣はワニを避けるが、チドリはワニから恩恵を受けるために、ワニとの関係が平和である。
§2.68.5ἐπεὰν γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος καὶ ἔπειτα χάνῃ (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον), ἐνθαῦτα ὁ τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας·
というのも、ワニが水から陸へと上がり、その後に口を開けると(ワニは普通、西風に向かってこのようにする習慣がある)、その時にチドリがその口の中に入り込んで、ヒルを飲み込むからである。
ὁ δὲ ὠφελεύμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον.
恩恵を受けたワニは喜び、チドリをいささかも傷つけることはない。