§2.4.1ὅσα δὲ ἀνθρωπήια πρήγματα, ὧδε ἔλεγον ὁμολογέοντες σφίσι, πρώτους Αἰγυπτίους ἀνθρώπων ἁπάντων ἐξευρεῖν τὸν ἐνιαυτόν, δυώδεκα μέρεα δασαμένους τῶν ὡρέων ἐς αὐτόν·
人間の事柄に関しては、彼らは互いに意見を一致させて、次のように語った。 すなわち、すべての人間の中でエジプト人が最初に1年を発明し、1年の中に季節の12の部分を分配した。
ταῦτα δὲ ἐξευρεῖν ἐκ τῶν ἀστέρων ἔλεγον·
彼らは星からこれを発見したと語った。
ἄγουσι δὲ τοσῷδε σοφώτερον Ἑλλήνων, ἐμοὶ δοκέειν, ὅσῳ Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων εἵνεκεν, Αἰγύπτιοι δὲ τριηκοντημέρους ἄγοντες τοὺς δυώδεκα μῆνας ἐπάγουσι ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας πάρεξ τοῦ ἀριθμοῦ, καί σφι ὁ κύκλος τῶν ὡρέων ἐς τὠυτὸ περιιὼν παραγίνεται.
私の見解では、彼らがギリシア人よりもこれほど賢明に暦を運用しているのは、ギリシア人は季節を一致させるために3年ごとに閏月を挿入するのに対し、エジプト人は12の月をそれぞれ30日として運用し、毎年その数以外に5日を付け加え、彼らにとっては季節の循環が巡って同じところに一致するからである。
§2.4.2δυώδεκά τε θεῶν ἐπωνυμίας ἔλεγον πρώτους Αἰγυπτίους νομίσαι καὶ Ἕλληνας παρὰ σφέων ἀναλαβεῖν, βωμούς τε καὶ ἀγάλματα καὶ νηοὺς θεοῖσι ἀπονεῖμαι σφέας πρώτους καὶ ζῷα ἐν λίθοισι ἐγγλύψαι.
また、彼らはエジプト人が最初に12柱の神々の名を定めたのであり、ギリシア人は彼らからそれを受け継いだのだと語った。 また、神々のために祭壇、神像、神殿を最初に割り当て、石に動物の姿を刻み込んだのも彼らが最初であった。
καὶ τούτων μέν νυν τὰ πλέω ἔργῳ ἐδήλουν οὕτω γενόμενα.
そして、これらの大部分については、実際にそのようになったことを彼らは事実をもって示していた。
βασιλεῦσαι δὲ πρῶτον Αἰγύπτου ἄνθρωπον ἔλεγον Μῖνα·
また、エジプトを最初に支配した人間はミナスであると彼らは語った。
§2.4.3ἐπὶ τούτου, πλὴν τοῦ Θηβαϊκοῦ νομοῦ, πᾶσαν Αἴγυπτον εἶναι ἕλος, καὶ αὐτῆς εἶναι οὐδὲν ὑπερέχον τῶν νῦν ἔνερθε λίμνης τῆς Μοίριος ἐόντων, ἐς τὴν ἀνάπλοος ἀπὸ θαλάσσης ἑπτὰ ἡμερέων ἐστὶ ἀνὰ τὸν ποταμόν.
この王の時代には、テーバイのノモスを除いて、エジプト全土は湿地であり、現在のモイリス湖より下流にある地域のうち、水上に現れている土地は何もなかった。 この湖へは、海から川をさかのぼって7日間の航路である。