§2.128.1ταῦτα ἕξ τε καὶ ἑκατὸν λογίζονται ἔτεα, ἐν τοῖσι Αἰγυπτίοισί τε πᾶσαν εἶναι κακότητα καὶ τὰ ἱρὰ χρόνου τοσούτου κατακληισθέντα οὐκ ἀνοιχθῆναι.
彼らはこれを合わせて百六年と計算しており、その(百六年の)間にエジプト人にはあらゆる苦難が降りかかり、神殿はこれほど長い期間にわたって閉ざされたままで、ついに開かれなかったという。
τούτους ὑπὸ μίσεος οὐ κάρτα θέλουσι Αἰγύπτιοι ὀνομάζειν, ἀλλὰ καὶ τὰς πυραμίδας καλέουσι ποιμένος Φιλίτιος, ὃς τοῦτον τὸν χρόνον ἔνεμε κτήνεα κατὰ ταῦτα τὰ χωρία.
エジプト人たちは、憎しみのあまり彼らの名を口にすることをあまり好まず、それどころか、ピラミッドのことさえ、この時期にこれらの地方で家畜を放牧していた牧者ピリティスのものと呼んでいる。