§2.126.1ἐς τοῦτο δὲ ἐλθεῖν Χέοπα κακότητος ὥστε χρημάτων δεόμενον τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαντα ἐπʼ οἰκήματος προστάξαι πρήσσεσθαι ἀργύριον ὁκόσον δή τι·
クフは極限の邪悪さに達したため、資金に窮して、自分の娘を売春宿に座らせ、いくらかの額の銀を取り立てるよう命じた。
οὐ γὰρ δὴ τοῦτό γε ἔλεγον.
彼らはその金額については言わなかったのだが。
τὴν δὲ τά τε ὑπὸ τοῦ πατρὸς ταχθέντα πρήσσεσθαι, ἰδίῃ δὲ καὶ αὐτὴν διανοηθῆναι μνημήιον καταλιπέσθαι, καὶ τοῦ ἐσιόντος πρὸς αὐτὴν ἑκάστου δέεσθαι ὅκως ἂν αὐτῇ ἕνα λίθον ἐν τοῖσι ἔργοισι δωρέοιτο.
そして彼女は、父から命じられた額を取り立てる一方で、自分自身でも個人的に記念碑を残そうと決意し、彼女のもとを訪れる者一人ひとりに、工事のために石を一つ自分に寄付してくれるよう頼んだ。
§2.126.2ἐκ τούτων δὲ τῶν λίθων ἔφασαν τὴν πυραμίδα οἰκοδομηθῆναι τὴν ἐν μέσῳ τῶν τριῶν ἑστηκυῖαν, ἔμπροσθε τῆς μεγάλης πυραμίδος, τῆς ἐστὶ τὸ κῶλον ἕκαστον ὅλου καὶ ἡμίσεος πλέθρου.
そして、これら(集められた)の石から、あの三つのピラミッドの中央に立っている、大ピラミッドの手前にあるピラミッドが建てられたと彼らは言った。 そのピラミッドの各辺は一プレトロン半である。