§2.121.1Πρωτέος δὲ ἐκδέξασθαι τὴν βασιληίην Ῥαμψίνιτον ἔλεγον, ὃς μνημόσυνα ἐλίπετο τὰ προπύλαια τὰ πρὸς ἑσπέρην τετραμμένα τοῦ Ἡφαιστείου, ἀντίους δὲ τῶν προπυλαίων ἔστησε ἀνδριάντας δύο, ἐόντας τὸ μέγαθος πέντε καὶ εἴκοσι πηχέων, τῶν Αἰγύπτιοι τὸν μὲν πρὸς βορέω ἑστεῶτα καλέουσι θέρος, τὸν δὲ πρὸς νότον χειμῶνα·
神官たちは、プロテウスの後にランプシニトスが王位を継承したと語った。 この王は、ヘパイストス神殿の西向きの前門を自己の記念碑として残した。 また、その前門の正面に、大きさ二十五キュビトの二体の彫像を建てた。 エジプト人たちは、これらのうち北側に立つ方を「夏」、南側に立つ方を「冬」と呼んでいる。
καὶ τὸν μὲν καλέουσι θέρος, τοῦτον μὲν προσκυνέουσί τε καὶ εὖ ποιέουσι, τὸν δὲ χειμῶνα καλεόμενον τὰ ἔμπαλιν τούτων ἔρδουσι
そして、彼らが「夏」と呼ぶ方の像に対しては、礼拝して手厚くもてなす一方、「冬」と呼ばれる方の像に対しては、これとまったく正反対の扱いをするのである。