§2.119.1ἀπικόμενος δὲ ὁ Μενέλεως ἐς τὴν Αἴγυπτον καὶ ἀναπλώσας ἐς τὴν Μέμφιν, εἴπας τὴν ἀληθείην τῶν πρηγμάτων, καὶ ξεινίων ἤντησε μεγάλων καὶ Ἑλένην ἀπαθέα κακῶν ἀπέλαβε, πρὸς δὲ καὶ τὰ ἑωυτοῦ χρήματα πάντα.
メネラオスはエジプトに到着してメンフィスへと遡上し、事情の真実を語ると、手厚いもてなしを受け、ヘレネをいかなる害も受けていない状態で取り戻し、さらにそれに加えて自らの財宝をすべて取り戻した。
§2.119.2τυχὼν μέντοι τούτων ἐγένετο Μενέλεως ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους.
しかし、これらを手に入れたものの、メネラオスはエジプト人に対して不義な男となった。
ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἶσχον ἄπλοιαι·
というのも、彼が航海に出ようとしたところ、逆風が彼を引き留めたからである。
ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτον ἦν, ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον·
この状態が長きにわたってそのように続いたため、彼は神聖を汚す不届きなことを企てた。
§2.119.3λαβὼν γὰρ δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομα σφέα ἐποίησε.
すなわち、彼は現地の住民の子供を二人捕らえ、彼らを生贄として切り裂いたのである。
μετὰ δὲ ὡς ἐπάιστος ἐγένετο τοῦτο ἐργασμένος, μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης·
その後、この挙に及んだことが露見すると、彼は憎まれ追跡されて、船でリビアの方へと逃げ去って行った。
τὸ ἐνθεῦτεν δὲ ὅκου ἔτι ἐτράπετο οὐκ εἶχον εἰπεῖν Αἰγύπτιοι.
その先、彼がさらにどこへ向かったかについては、エジプト人たちは語ることができなかった。
τούτων δὲ τὰ μὲν ἱστορίῃσι ἔφασαν ἐπίστασθαι, τὰ δὲ παρʼ ἑωυτοῖσι γενόμενα ἀτρεκέως ἐπιστάμενοι λέγειν.
彼らは、これらの事柄のうち、あることは探究によって知ったと言い、また自分たちの地で起こった事柄については、確実に知った上で語っているのだと言った。