§2.114.1ἀκούσας δὲ τούτων ὁ Θῶνις πέμπει τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε.
これを聞くと、トニスはできるだけ速やかにメンフィスにいるプロテウスのもとへ、次のように告げる伝言を送った。
§2.114.2ἥκει ξεῖνος γένος μὲν Τευκρός, ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος·
「一人の異邦人が来ております。 生まれはテウクロス人ですが、ギリシアにおいて不届きな行いを働いた者です。
ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει καὶ πολλὰ κάρτα χρήματα, ὑπὸ ἀνέμων ἐς γῆν ταύτην ἀπενειχθείς.
彼は自分自身のホストの妻を欺き、その女自身と、非常に多くの財宝を携えてやって来ました。 風によってこの地に流されてのことです。
κότερα δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἢ ἀπελώμεθα τὰ ἔχων ἦλθε;
それでは、私たちはこの男を無傷で出航させるべきでしょうか、それとも彼が携えてやって来たものを取り上げるべきでしょうか。
§2.114.3ἀντιπέμπει πρὸς ταῦτα ὁ Πρωτεὺς λέγοντα τάδε.
」これに対してプロテウスは、次のように告げる使者を送り返した。
ἄνδρα τοῦτον, ὅστις κοτὲ ἐστὶ ἀνόσια ἐργασμένος ξεῖνον τὸν ἑωυτοῦ, συλλαβόντες ἀπάγετε παρʼ ἐμέ, ἵνα εἰδέω ὅ τι κοτὲ καὶ λέξει.
「自分自身のホストに対して不届きなことを働いたその男が、一体誰であろうとも、捕らえて私のところへ連れて来なさい。 彼が一体全体何と言うのかを私が知るために。 」