§2.114.1ἀκούσας δὲ τούτων ὁ Θῶνις πέμπει τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε. §2.114.2ἥκει ξεῖνος γένος μὲν Τευκρός, ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος·
托尼斯听了这话,一刻也不耽搁地派人送信到孟斐斯给普罗透斯,信中说道: “有一位异乡人来到了这里,他出身于特乌克洛斯族,但在希腊做下了不敬之举。
ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει καὶ πολλὰ κάρτα χρήματα, ὑπὸ ἀνέμων ἐς γῆν ταύτην ἀπενειχθείς.
因为他欺骗了款待他的主人的妻子,带着这女子本人以及极多的财宝来到了这里,他是被风驱赶到这片土地上的。
κότερα δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἢ ἀπελώμεθα τὰ ἔχων ἦλθε;
那么,我们是应该让他毫发无损地乘船离去,还是应该夺走他所带来的东西呢?
§2.114.3ἀντιπέμπει πρὸς ταῦτα ὁ Πρωτεὺς λέγοντα τάδε. ἄνδρα τοῦτον, ὅστις κοτὲ ἐστὶ ἀνόσια ἐργασμένος ξεῖνον τὸν ἑωυτοῦ, συλλαβόντες ἀπάγετε παρʼ ἐμέ, ἵνα εἰδέω ὅ τι κοτὲ καὶ λέξει.
” 对此,普罗透斯派人回复道: “这个男人,无论他到底是谁,既然对款待他的人行了不敬之事,你们就把他逮捕并押送到我这里来,好让我知道他到底会说些什么。 ”