Humanitext Reader

ヘロドトス · 歴史 §2.115.1-2.115.6

プロテウスによる尋問とアレクサンドロスの追放

331 / 1577 箇所 · ギリシア語

要旨

トニスはアレクサンドロス、ヘレネ、そして神殿の嘆願者たちをメンフィスのプロテウス王のもとへ連行する。プロテウスはアレクサンドロスを尋問して罪を暴き、ヘレネと財宝を夫のために保管することと、アレクサンドロスを三日以内に国外追放することを宣告する。

§2.115.1ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ καὶ τοὺς ἱκέτας.
ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ καὶ τοὺς ἱκέτας. これを聞くと、トニスはアレクサンドロスを逮捕して彼の船を抑留し、その後、この男自身とヘレネ、そして財宝をメンフィスへと連行し、さらに嘆願者たちも連れて行った。
§2.115.2ἀνακομισθέντων δὲ πάντων, εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι.
ἀνακομισθέντων δὲ πάντων, εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι. ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα, καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι. 全員が連れて行かれると、プロテウスはアレクサンドロスに、彼が誰であり、どこから航海してきたのかを尋ねた。
ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα, καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι.
彼は王に自分の素性を語り、祖国の名を告げ、さらにどこから航海してきたのか、その航路について詳しく説明した。
§2.115.3μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι· πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην, ἤλεγχον οἱ γενόμενοι ἱκέται, ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος.
μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι· πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην, ἤλεγχον οἱ γενόμενοι ἱκέται, ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος. その後、プロテウスは彼に、どこでヘレネを手に入れたのかを尋ねた。 アレクサンドロスが話をごまかして真実を語らなかったので、嘆願者となった者たちが、その悪行の全容を詳しく述べて彼の嘘を暴いた。
§2.115.4τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην, ὅς, ὦ κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες. καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας.
τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην, ὅς, ὦ κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες. καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας. ついにプロテウスは彼らに次のように言明した。 「もし私が、風に遮られて我が国にやって来た異邦人を一人も殺さないことを何よりも重んじていなかったならば、私はあのギリシア人のためにあなたに復讐したであろう。 悪党め、もてなしを受けながら極めて不届きな行いを働いた者よ。 お前は自分自身のホストのところからその妻を連れ去った。 そして、それだけではお前にとって到底十分ではなく、彼女をそそり立て、盗み出して連れ去ってしまったのだ。
§2.115.5καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε, ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις.
καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε, ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις. さらに、これらだけでお前にとって十分だったわけでもなく、ホストの家を略奪してやって来た。
§2.115.6νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι, ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ·
νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι, ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ· αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι. それゆえ今、私は異邦人を殺さないことを非常に重んじているので、この女と財宝をお前に引き渡して連れ去らせることはしない。 むしろ、それらを私はあのギリシア人のホストのために、彼自身がやって来て連れ戻すことを望む時まで保管しておこう。
αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι.
一方、お前自身と同行の船員たちに対しては、三日以内に私の土地から他のいずれかの土地へ船を移動させることを命ずる。 さもなければ、敵として扱われるであろう。 」

語釈・文法注

  1. §2.115.4εἰ μὴ περὶ πολλοῦ ἡγεύμην ... ἐγὼ ἄν σε ... ἐτισάμην — 反実仮想条件文。条件節の未完了過去(ἡγεύμην)は過去における継続的な状態(または現在の事実に反する状態)を示し、主節のアオリスト+ἄν(ἄν ... ἐτισάμην)は過去の特定の行為における反事実(「復讐したであろう」)を表す。
  2. §2.115.4παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες — ἦλθες(ἔρχομαι のアオリスト)は「行く、去る」の意味でも使われ、前置詞句 παρά + 属格(〜のところから)を伴って「お前のホストのところから妻を(奪って)去った」という意味になる。対格 τὴν γυναῖκα は ἦλθες が「連れ去る」という意味を帯びているための直接目的語、あるいは分詞(ἔχων など)の省略を補って解釈される。
  3. §2.115.4ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας — 動詞 οἴχομαι(去ってしまった)に分詞 ἔχων(持った状態で)が組み合わさる οἴχομαι ἔχων は「〜を持って行ってしまった、連れ去ってしまった」という慣用表現。ここにさらにアリスト分詞 ἀναπτερώσας(そそくして)と ἐκκλέψας(盗み出して)が加わり、主動詞 οἴχεαι(お前は去ってしまった)に係っている。
  4. §2.115.6ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ — ἐς ὅ は ἕως と同義で「〜の時まで」を意味する。接続法を伴う ἄν(ἐς ὃ ἄν)に接続法 ἐθέλῃ が続くことで、未来における不確定な時点を表す時間節を形成している。主語は強意人称代名詞 αὐτὸς ... ἐκεῖνος(彼自身が)によって強調されている。
  5. §2.115.6ἅτε πολεμίους περιέψεσθαι — 不定詞 περιέψεσθαι は περιέπω(扱う、遇する)の未来中動態で、ここでは受動の意味(「扱われるであろう」)を持つ。接続詞 ἅτε(〜として)を伴い、主動詞 προαγορεύω(命じる、宣告する)から続く対格不定詞構文の一部。主語である σε καὶ τοὺς σοὺς συμπλόους(お前とお前の同乗者たち)が「敵として扱われる」ことを示す。

この箇所を引用する

ヘロドトス, 歴史 §2.115.1-2.115.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.115.1-2.115.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。