§2.112.1τούτου δὲ ἐκδέξασθαι τὴν βασιληίην ἔλεγον ἄνδρα Μεμφίτην, τῷ κατὰ τὴν Ἑλλήνων γλῶσσαν οὔνομα Πρωτέα εἶναι·
このフェロンの後を継いで王位に就いたのは、メンフィス出身の男であり、ギリシア人の言葉ではプロテウスという名であると人々は言っていた。
τοῦ νῦν τέμενος ἐστὶ ἐν Μέμφι κάρτα καλόν τε καὶ εὖ ἐσκευασμένον, τοῦ Ἡφαιστείου πρὸς νότον ἄνεμον κείμενον.
彼の聖域が現在メンフィスにあり、非常に美しく見事に整えられており、ヘパイストス神殿の南側に位置している。
§2.112.2περιοικέουσι δὲ τὸ τέμενος τοῦτο Φοίνικες Τύριοι, καλέεται δὲ ὁ χῶρος οὗτος ὁ συνάπας Τυρίων στρατόπεδον.
この聖域の周囲にはティルスのフェニキア人が住んでおり、この一帯は全体として「ティルス人の陣営」と呼ばれている。
ἔστι δὲ ἐν τῷ τεμένεϊ τοῦ Πρωτέος ἱρὸν τὸ καλέεται ξείνης Ἀφροδίτης·
プロテウスの聖域の中には、「異邦のアフロディテ」と呼ばれる神殿がある。
συμβάλλομαι δὲ τοῦτο τὸ ἱρὸν εἶναι Ἑλένης τῆς Τυνδάρεω, καὶ τὸν λόγον ἀκηκοὼς ὡς διαιτήθη Ἑλένη παρὰ Πρωτέι, καὶ δὴ καὶ ὅτι ξείνης Ἀφροδίτης ἐπώνυμον ἐστί·
私はこの神殿がテュンダレオスの娘ヘレネのものであると推測しているが、それはヘレネがプロテウスのもとに滞在したという話を聞いているからであり、また何よりも、それが「異邦のアフロディテ」という名で呼ばれているからである。
ὅσα γὰρ ἄλλα Ἀφροδίτης ἱρά ἐστι, οὐδαμῶς ξείνης ἐπικαλέεται.
なぜなら、アフロディテの他の神殿はどれも、決して「異邦の」とは呼ばれないからである。