§2.107.1τοῦτον δὴ τὸν Αἰγύπτιον Σέσωστριν ἀναχωρέοντα καὶ ἀνάγοντα πολλοὺς ἀνθρώπους τῶν ἐθνέων τῶν τὰς χώρας κατεστρέψατο, ἔλεγον οἱ ἱρέες, ἐπείτε ἐγίνετο ἀνακομιζόμενος ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι, τὸν ἀδελφεὸν ἑωυτοῦ, τῷ ἐπέτρεψε ὁ Σέσωστρις τὴν Αἴγυπτον, τοῦτον ἐπὶ ξείνια αὐτὸν καλέσαντα καὶ πρὸς αὐτῷ τοὺς παῖδας περινῆσαι ἔξωθεν τὴν οἰκίην ὕλῃ, περινήσαντα δὲ ὑποπρῆσαι.
このエジプトの王セソストリスが、自分が征服した国々の多くの人々を引き連れて帰還する途上にあったとき、彼がペルシオンのダフナイに到着した際、彼がエジプトの支配を委ねていた彼の兄弟が、彼自身と彼とともにいた子供たちをもてなしに招き、外から家の周囲に薪を積み上げ、積み上げた上で火を放った、と神官たちは語った。
§2.107.2τὸν δὲ ὡς μαθεῖν τοῦτο, αὐτίκα συμβουλεύεσθαι τῇ γυναικί·
セソストリスがこれに気づくと、ただちに妻に相談した。
καὶ γὰρ δὴ καὶ τὴν γυναῖκα αὐτὸν ἅμα ἄγεσθαι·
というのも、彼は妻も同行させていたからである。
τὴν δέ οἱ συμβουλεῦσαι τῶν παίδων ἐόντων ἓξ τοὺς δύο ἐπὶ τὴν πυρὴν ἐκτείναντα γεφυρῶσαι τὸ καιόμενον, αὐτοὺς δὲ ἐπʼ ἐκείνων ἐπιβαίνοντας ἐκσώζεσθαι.
すると妻は彼に、6人いる子供たちのうち2人を火の上に横たえて伸ばし、燃えている箇所に橋をかけ、彼ら自身はその上を踏んで脱出するようにと助言した。
ταῦτα ποιῆσαι τὸν Σέσωστριν, καὶ δύο μὲν τῶν παίδων κατακαῆναι τρόπῳ τοιούτῳ, τοὺς δὲ λοιποὺς ἀποσωθῆναι ἅμα τῷ πατρί.
セソストリスはこの通りにし、こうして子供たちのうち2人は焼け死んだが、残りの子供たちは父親とともに無事に逃れたということであった。