§2.108.1νοστήσας δὲ ὁ Σέσωστρις ἐς τὴν Αἴγυπτον καὶ τισάμενος τὸν ἀδελφεόν, τῷ μὲν ὁμίλῳ τὸν ἐπηγάγετο τῶν τὰς χώρας κατεστρέψατο, τούτῳ μὲν τάδε ἐχρήσατο·
セソストリスはエジプトに帰還し、兄弟に復讐を遂げると、自分が征服した国々から連れてきた群衆を、次のように役立てた。
§2.108.2τούς τέ οἱ λίθους τοὺς ἐπὶ τούτου τοῦ βασιλέος κομισθέντας ἐς τοῦ Ἡφαίστου τὸ ἱρόν, ἐόντας μεγάθεϊ περιμήκεας, οὗτοι ἦσαν οἱ ἑλκύσαντες, καὶ τὰς διώρυχας τὰς νῦν ἐούσας ἐν Αἰγύπτῳ πάσας οὗτοι ἀναγκαζόμενοι ὤρυσσον, ἐποίευν τε οὐκ ἑκόντες Αἴγυπτον, τὸ πρὶν ἐοῦσαν ἱππασίμην καὶ ἁμαξευομένην πᾶσαν, ἐνδεᾶ τούτων.
この王の時代にヘファイストスの神殿へと運ばれた、並外れて巨大な石を引きずってきたのは彼らであった。 また、現在エジプトにある運河をすべて、彼らは強制されて掘ったのであり、それまで全土が馬や車で通行可能であったエジプトを、彼らは本意ならずも、これらが不可能な国にしてしまった。
§2.108.3ἀπὸ γὰρ τούτου τοῦ χρόνου Αἴγυπτος ἐοῦσα πεδιὰς πᾶσα ἄνιππος καὶ ἀναμάξευτος γέγονε·
なぜなら、この時以来、エジプトは全土が平坦であるにもかかわらず、馬も車も通れなくなってしまったからである。
αἴτιαι δὲ τούτων αἱ διώρυχες γεγόνασι ἐοῦσαι πολλαὶ καὶ παντοίους τρόπους ἔχουσαί.
その原因となったのは、数多く、また様々な方向に走っている運河であった。
§2.108.4κατέταμνε δὲ τοῦδε εἵνεκα τὴν χώρην ὁ βασιλεύς·
王が国をこのように切り刻んだのは次の理由からである。
ὅσοι τῶν Αἰγυπτίων μὴ ἐπὶ τῷ ποταμῷ ἔκτηντο τὰς πόλις ἀλλʼ ἀναμέσους, οὗτοι, ὅκως τε ἀπίοι ὁ ποταμός, σπανίζοντες ὑδάτων πλατυτέροισι ἐχρέωντο τοῖσι πόμασι, ἐκ φρεάτων χρεώμενοι.
川沿いではなく内陸に都市を持っていたエジプト人たちは皆、川の水が引いてしまうと水不足に陥り、井戸の水を使うために、より塩気のある飲料水を用いるしかなかったからである。