§1.88.1ὅ μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες.
彼がこのように話していると、キュロスは彼の縄を解いて自分の近くに座らせ、非常に手厚く遇し、彼自身も彼の周囲にいた者たちも皆、彼を見て驚嘆していた。
ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν·
一方、彼は深く考え込んで静かにしていた。
§1.88.2μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε
ὦ βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή;
その後、彼は振り向いて、ペルシア兵たちがリュディア人の都を略奪しているのを目にし、こう言った。 「王よ、私がたまたま考えていることをあなたに話すべきでしょうか、それとも今は黙っているべきでしょうか。
Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο.
」すると、キュロスは彼を励まし、望むことを何でも言うように命じた。
ὁ δὲ αὐτὸν εἰρώτα λέγων
そこで、彼は彼にこのように尋ねた。
§1.88.3οὗτος ὁ πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται;
「この大勢の群衆は、これほど大わらわで何をしているのですか。
ὁ δὲ εἶπε
πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει.
」彼が答えた。 「お前の都を略奪し、お前の財宝を奪い去っているのだ。
Κροῖσος δὲ ἀμείβετο
οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει·
」するとクロイソスは答えた。 「彼らは私の都を略奪しているのでも、私の財宝を奪い去っているのでもありません。
οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα·
私にはもうこれらのものは何一つ関わりがないからです。
ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά.
そうではなく、彼らが奪い去っているのは、あなたのものなのです。 」