§1.88.1ὅ μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες.
He said these things, and Cyrus, having unbound him, seated him near himself and held him in great respect, and both he himself and all those who were about him looked on in wonder.
ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν·
But he, possessed by deep thought, remained quiet.
§1.88.2μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε
ὦ βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή; Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο.
But afterwards, having turned around and seen the Persians plundering the city of the Lydians, he said: "O King, must I tell you what I happen to be thinking, or should I remain silent at present?" And Cyrus encouraged him and bade him speak whatever he wished.
ὁ δὲ αὐτὸν εἰρώτα λέγων §1.88.3οὗτος ὁ πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται; ὁ δὲ εἶπε
πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει. Κροῖσος δὲ ἀμείβετο
οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά.
And he asked him, saying: "What is this great multitude doing with such great haste?" And he said: "They are plundering your city and carrying off your possessions." And Croesus replied: "They are plundering neither my city nor my possessions; for none of these things belongs to me anymore; rather, they are carrying and driving away what is yours."