Humanitext Reader

ヘロドトス · 歴史 §1.86.1-1.86.6

薪積みの上のクロイソスとソロンの言葉

86 / 1577 箇所 · ギリシア語

要旨

サルディスが陥落して捕らえられたクロイソスは、キュロスによって少年たちと共に薪積みの刑に処される。死に瀕したクロイソスがソロンの言葉を叫び、その理由を聞いたキュロスは悔い上げて消火を命じるが、火の勢いは収まらない。

§1.86.1οἱ δὲ Πέρσαι τάς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν, ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα, κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχήν.
ペルシア人たちはサルディスを占領し、クロイソス自身を生け捕りにした。 彼は十四年間統治し、十四日間の包囲の末に、神託の通りに自らの大帝国を滅ぼしたのである。
λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον.
ペルシア人たちは彼を捕らえると、キュロスの前へと連行した。
§1.86.2ὁ δὲ συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπʼ αὐτὴν τὸν Κροῖσόν τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρʼ αὐτὸν παῖδας, ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν θεῶν ὅτεῳ δή, εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων, εἴτε καὶ πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκεν ἀνεβίβασε ἐπὶ τὴν πυρήν, βουλόμενος εἰδέναι εἴ τίς μιν δαιμόνων ῥύσεται τοῦ μὴ ζῶντα κατακαυθῆναι.
キュロスは大薪積みを築き、その上に足枷で縛られたクロイソスと、彼の傍らに十四人のリュディア人の少年たちを登らせた。 これは、神々の誰かに初物としてこれらを捧げるためか、あるいは誓願を果たそうと望んだためか、もしくは、クロイソスが信心深い者であると聞いて、神々の誰かが彼を生きたまま焼き殺されることから救い出すかどうかを知りたいと望んだために、その目的で彼を薪積みに登らせたのか、いずれかであった。
§1.86.3τὸν μὲν δὴ ποιέειν ταῦτα·
キュロスは実にこのようにした。
τῷ δὲ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν, καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον, τὸ μηδένα εἶναι τῶν ζωόντων ὄλβιον.
一方、薪積みのうえに立たされていたクロイソスには、これほど大きな苦難のなかにありながらも、ソロンの語った言葉、すなわち「生きている者は誰も幸福ではない」という言葉が、神の導きによって言われたものであるかのように心に浮かんだ。
ὡς δὲ ἄρα μιν προσστῆναι τοῦτο, ἀνενεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίης ἐς τρὶς ὀνομάσαι Σόλων.
そして、このことが彼の頭に浮かぶと、長い沈黙からため息をつき、深くうめいて、三度名前を叫んだ。 ソロン!
§1.86.4καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν·
キュロスはこれを聞くと、通訳たちにクロイソスが誰を呼び求めているのか尋ねるように命じた。
Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν εἰρωτώμενον, μετὰ δὲ ὡς ἠναγκάζετο, εἰπεῖν τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν.
そして通訳たちが近づいて尋ねると、クロイソスは問われてもしばらくの間は沈黙を守っていたが、その後、無理に白状させられると、こう言った。 「私が莫大な富と引き換えにしてでも、すべての僭主たちに会って話をさせたいと望んだ人物だ。
ὡς δέ σφι ἄσημα ἔφραζε, πάλιν ἐπειρώτων τὰ λεγόμενα.
」しかし、彼にとってその言葉が意味不明であったため、彼らは再びその発言の意味を問い詰めた。
§1.86.5λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων, ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἶπας, ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε, οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων ἢ οὐκ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι.
彼らが執拗に問い、うるさくせき立てるので、彼はついに、かつてアテナイ人のソロンがやって来て、自らのすべての繁栄を目にしながらも、それを取るに足らないものとして見なしたこと、そして彼が語った通りの言葉を述べ、それらすべてがその通りに自らに帰結したことを語った。 また、ソロンが語ったことは、自分自身に対してよりも、むしろ全人類、とりわけ自分たち自身で幸福であると思い込んでいる人々に対して向けられたものであったとも語った。
τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι, τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα.
クロイソスがこのように語っている間に、薪積みはすでに火がつけられ、端の方が燃え始めていた。
§1.86.6καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον, κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου.
キュロスは、通訳たちからクロイソスの語った言葉を聞くと、考えを改め、自分自身も一人の人間にすぎないのに、かつて自分に劣らぬ幸福を極めたもう一人の人間を生きたまま火に引き渡そうとしているのだと悟った。 さらに、神罰を恐れ、人間の営みのなかには何一つ確実なものはないと思いを巡らせ、燃え盛る火を大急ぎで消し止め、クロイソスと彼の傍らの者たちを降ろすように命じた。
καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι.
しかし、試みようとする者たちも、もはや火を制御することができなかった。

語釈・文法注

  1. §1.86.3ποιέειν... ἐσελθεῖν... ὀνομάσαι — これらの不定法(ποιέειν, ἐσελθεῖν, ὀνομάσαι など)は、ヘロドトスが情報源から得た伝承を転述するために用いている、間接話法(伝聞)における叙述的不定法である。
  2. §1.86.3ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον — εἴη は過去時制の主節動詞(ἐσελθεῖν)に導かれた間接話法の中の希求法(optative of oblique speech)。σὺν θεῷ は直訳すれば「神とともに」であるが、ここでは「神の助け・意志によって」または「神の霊感を受けて」の意。
  3. §1.86.4τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν — ἂν... προετίμησα は直説法過去+ἄν で、過去の潜在または反実仮想(「〜したであろうに」)を表す。μεγάλων χρημάτων は選好を表す動詞 προετίμησα の比較・等価対象を示す属格(比較の属格)。ἐς λόγους ἐλθεῖν は προετίμησα の目的補語として機能する不定法。
  4. §1.86.5ἀρχήν — 対格形の ἀρχήν は、否定文で「そもそも」「全く(ない)」の意で用いられることが多いが、ここでは「最初に」「そもそも(最初から)」という意味の副詞的対格(adverbial accusative)として機能している。

この箇所を引用する

ヘロドトス, 歴史 §1.86.1-1.86.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.86.1-1.86.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。