Humanitext Reader

ヘロドトス · 歴史 §1.65.1-1.65.5

スパルタの隆盛とリュクルゴスの国制改革

65 / 1577 箇所 · ギリシア語

要旨

クロイソスは、アテナイが僭主政治下にある一方で、ラケダイモン(スパルタ)が大きな困難を克服してテゲアに対して優位に立ったことを知る。スパルタは以前は極めて無秩序な状態にあったが、リュクルゴスがデルポイの神託、あるいはクレータ島からの導入により、国制や軍制を根本的に改革した。

§1.65.1τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους ἐκ κακῶν τε μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων.
さて、クロイソスは、アテナイ人たちについては、この時期にそのような状況が彼らを支配していると聞き、一方でラケダイモン人たちについては、彼らが大きな災いから逃れ、今や戦争においてテゲア人よりも優位に立っていると聞いた。
ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπάρτῃ τοὺς ἄλλους πολέμους εὐτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μούνους προσέπταιον.
というのも、スパルタでレオンとヘゲシクレスが王位にあったとき、ラケダイモン人は他の戦争では勝利を収めていたものの、テゲア人に対してだけは敗北を喫していたからである。
§1.65.2τὸ δὲ ἔτι πρότερον τούτων καί κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἑλλήνων κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι·
これよりさらに前には、彼らは自国内でも分裂し、また異邦人とも交わろうとせず、ほぼすべてのギリシア人の中で最も悪法のもとにあった。
μετέβαλον δὲ ὧδε ἐς εὐνομίην.
しかし彼らは以下のようにして、良法へと移行した。
Λυκούργου τῶν Σπαρτιητέων δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοὺς ἐπὶ τὸ χρηστήριον, ὡς ἐσήιε ἐς τὸ μέγαρον, εὐθὺς ἡ Πυθίη λέγει τάδε.
スパルタの名高き男であるリュクルゴスが、神託を求めてデルポイへと赴いたとき、彼が内殿に入るやいなや、ただちにピュティアは次のように語った。
§1.65.3" ἥκεις ὦ Λυκόοργε ἐμὸν ποτὶ πίονα νηόν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσι.
"汝は来た、おお、リュクルゴスよ、我が豊かな神殿へ、ゼウスに愛され、オリンポスの館を持つすべての神々に愛されて。
δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.
私は、汝を神と宣託すべきか、それとも人間とすべきか、思いあぐねる。
ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
しかし、いっそう神であると私は期待する、おお、リュクルゴスよ。
" §1.65.4οἳ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι.
"さて、ある人々はこれらに加えて、ピュティアが彼に、現在スパルタ人たちの間に確立している秩序を告げたのだとも言っている。
ὡς δʼ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω, ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα.
しかし、ラケダイモン人自身が言うところによれば、リュクルゴスは自身の甥でありスパルタ人の王であったレオボテスの後見人を務めていたときに、クレータ島からこれらを導入したのだという。
§1.65.5ὡς γὰρ ἐπετρόπευσε τάχιστα, μετέστησε τὰ νόμιμα πάντα, καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν·
というのも、彼は後見人になるやいなや、すべての法慣習を改め、これらが破られないように厳しく監視したからである。
μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα, ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια, πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος.
そののち、戦争に関する制度――すなわちエノーモティア、トリエーカス、そして共同食事――を、さらにこれらに加えて、リュクルゴスはエポロスたちや長老たちを据えたのである。

語釈・文法注

  1. 1.65.1τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο ὁ Κροῖσος κατέχοντα, τοὺς δὲ Λακεδαιμονίους... — 動詞 ἐπυνθάνετο(「〜を聞いて知る」)が、間接話法の対格不定詞句の代わりに、対格名詞(τοὺς Ἀθηναίους / τοὺς Λακεδαιμονίους)と一致する現在分詞(κατέχοντα)および完了分詞・現在分詞(πεφευγότας, ἐόντας)を伴う、知覚・認知の分詞構文。
  2. 1.65.2κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι — 接続詞 τε...καί が、前置詞句 κατά σφέας αὐτοὺς(「彼ら自身の間で、自国内で」)と、形容詞 ἀπρόσμικτοι(「交わらない」)にかかる与格 ξείνοισι(「異邦人たちと」)という、異なる文法的構造を並列している。
  3. 1.65.4Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω, ἀδελφιδέου μὲν ἑωυτοῦ βασιλεύοντος δὲ Σπαρτιητέων, ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα — ὡς δʼ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι に導かれる間接話法。対格主語(Λυκοῦργον)と不定詞(ἀγαγέσθαι)からなる対格不定詞(AcI)構造であり、その中に Λυκοῦργον に一致するアオリスト分詞(ἐπιτροπεύσαντα)とその目的語である属格(Λεωβώτεω)が挿入されている。さらに、ἀδελφιδέου...βασιλεύοντος は Λεωβώτεω に同格としてかかる。
  4. 1.65.5ἐφύλαξε ταῦτα μὴ παραβαίνειν — 動詞 φυλάσσω(「用心する、見張る」)は、「〜されないようにする」という意味で μὴ を伴う不定詞(παραβαίνειν)をとる。不定詞は能動態であり、「(人々が)それらに違反しないように」という防護的・抑止的な意図を示す。

この箇所を引用する

ヘロドトス, 歴史 §1.65.1-1.65.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.65.1-1.65.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。