§1.53.1τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον,
クロイソスは、これらの贈り物を神殿に運ぶことになっていたリディア人たちに、クロイソスがペルシア人に対して遠征すべきか、また何か人間の軍勢を味方として加えるべきかを、神託所に尋ねるよう命じた。
§1.53.2ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν, οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα, ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες
Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι, ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων, καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον.
彼らが送り出された目的地に到着すると、リディア人たちは奉納物を捧げ、次のように言って神託所に尋ねた。 「リディア人および他の諸民族の王であるクロイソスは、これらの神託所こそが人間の中で唯一のものであると確信し、あなた方に、その的中に対するふさわしい贈り物を授けました。 そして今、あなた方に、ペルシア人に遠征すべきか、また何か人間の軍勢を同盟者として加えるべきかを尋ねております。
§1.53.3οἳ μὲν ταῦτα ἐπειρώτων, τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον, προλέγουσαι Κροίσῳ, ἢν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν μιν καταλύσειν·
」彼らがこのように尋ねると、両方の神託所の見解は同じものへと一致し、クロイソスに対して、もしペルシア人に遠征するならば、彼は大帝国を滅ぼすことになるだろうと予言した。
τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι.
また、ギリシア人の中で最も力のある者たちを、捜し出した上で味方として加えることを彼に勧めた。