§1.54.1ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος, ὑπερήσθη τε τοῖσι χρηστηρίοισι, πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην, πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται, πυθόμενος αὐτῶν τὸ πλῆθος, κατʼ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ.
クロイソスは報告された神託を聞くと、それらの神託を大いに喜び、キュロスの王国を完全に滅ぼすことになるだろうと確信して、再びピュトに使者を送り、デルポイの人々の人口を尋ね知った上で、一人一人に金のスタテル貨を二枚ずつ贈った。
§1.54.2Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην, καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον.
これに対してデルポイの人々は、クロイソスとリディア人たちに、神託優先権、免税権、および特等席権を授け、また、彼らのうち望む者には誰にでも、永久にデルポイ市民となる資格を与えることとした。