§1.47.1ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων, ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων, ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι, ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω· ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ, συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν.
クロイソスはリディア人たちに次のように命じて、神託所の試問へと送り出した。 すなわち、彼らがサルディスを出発する日を起点として、その日から残りの日数を勘定し、百日目に神託所に伺いを立て、リディアの王、アリュアッテスの子クロイソスが何をしているところであるかを問い尋ねること、そして、それぞれの神託所が告げる神託をどのようなものであれ、書き留めて自分のところに持ち帰ること、という命令であった。
§1.47.2ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε, οὐ λέγεται πρὸς οὐδαμῶν·
さて、残りの神託所がどのような神託を告げたかについては、誰によっても伝えられていない。
ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον, ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε.
しかしデルポイにおいては、神に伺いを立てるためにリディア人たちが神殿に入るやいなや、そして命じられたことを問い尋ねたところ、ピューティアーはヘクサメトロス(六歩格)の詩で次のように語った。
§1.47.3"
οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης,
καὶ κωφοῦ συνίημι, καὶ οὐ φωνεῦντος ἀκούω.
"私は砂の数も知っており、海の広さも計り知っている。 また口のきけない者のことも理解し、声を出さぬ者の声も聞き取る。
ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης
ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν,
ᾗ χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δʼ ἐπιέσται.
硬い甲羅の亀が、羊の肉とともに青銅の器で煮られている匂いが、私の心へと届いた。 その下には青銅が敷き詰められ、上にも青銅がまとわされている。
"
"