§1.47.1ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων, ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων, ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι, ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω· ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ, συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν.
Having given these instructions to the Lydians, he sent them to test the oracles: that from the day they set out from Sardis, they should keep count of the remaining time from that day, and on the hundredth day they should consult the oracles, inquiring what Croesus, the son of Alyattes and king of the Lydians, was then doing; and whatever each of the oracles should prophesy, they should write it down and bring it back to him.
§1.47.2ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε, οὐ λέγεται πρὸς οὐδαμῶν· ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον, ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε. §1.47.3"
οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης,
καὶ κωφοῦ συνίημι, καὶ οὐ φωνεῦντος ἀκούω.
Now, what the rest of the oracles prophesied is not told by anyone; but in Delphi, as soon as the Lydians entered the temple to consult the god and asked what they had been commanded, the Pythia spoke these words in hexameter verse: "I know the number of the sand and the measure of the sea, and I understand the mute, and hear him who does not speak.
ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης
ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν,
ᾗ χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δʼ ἐπιέσται.
The smell of a hard-shelled tortoise boiled in bronze along with lamb’s flesh has come to my senses; bronze is laid beneath it, and bronze is cast over it.
"
"