§1.4.1μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρʼ ἀλλήλων, τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι·
したがって、ここまでは互いに対する掠奪のみがあったが、これ以降はまさしくギリシア人たちに大きな非がある、と彼らは言う。
προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην ἢ σφέας ἐς τὴν Εὐρώπην.
なぜなら、ギリシア人たちの方が、彼らがヨーロッパへ遠征するよりも先に、アジアへと遠征を始めたからである。
§1.4.2τὸ μέν νυν ἁρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων νομίζειν ἔργον εἶναι, τὸ δὲ ἁρπασθεισέων σπουδήν ποιήσασθαι τιμωρέειν ἀνοήτων, τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων·
さて、女を掠奪することは不義な男たちのすることであり、掠奪された女たちのために復讐しようと躍起になるのは愚かな者たちのすること、それに対して掠奪された女たちに全く頓着しないのは思慮深い者たちのすることだと彼らは考えている。
δῆλα γὰρ δὴ ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο.
なぜなら、女たち自身が望まなかったのであれば、掠奪されることなどなかったはずなのは明らかだからである。
§1.4.3σφέας μὲν δὴ τοὺς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι, Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν.
ペルシア人たちが言うには、アジアの者たち、すなわち自分たちは女たちが掠奪されても何とも思わなかったが、ギリシア人たちはラケダイモンの女一人のために大遠征軍を組織し、そののちアジアに渡ってプリアモスの国力を滅ぼしたのである。
§1.4.4ἀπὸ τούτου αἰεὶ ἡγήσασθαι τὸ Ἑλληνικὸν σφίσι εἶναι πολέμιον.
この一件以来、彼らはギリシアの民を常に自分たちの敵とみなすようになった。
τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα οἰκηιεῦνται οἱ Πέρσαι, τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικόν ἥγηνται κεχωρίσθαι.
というのも、ペルシア人たちはアジアとそこに住む蛮族の諸民族を自分たちの領土と主張しており、一方でヨーロッパとギリシアの地は自分たちから切り離されたものであるとみなしているからである。