§1.30.1αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον.
ソロンはまさにこれらの一件と、また見聞を広める旅のために外国へ旅立ち、アマシスの元へとエジプトに、そしてクロイソスの元へとサルディスに到着した。
ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου·
到着すると、彼はクロイソスによって宮廷でもてなされた。
μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια.
その後、三日目か四日目に、クロイソスの命令によって召使たちがソロンを宝物庫へと案内し、そこにあるすべてのものが偉大で贅を極めていることを見せた。
§1.30.2θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε.
彼がそのすべてを観覧し、彼にとって都合のよいように吟味したのち、クロイソスは彼に次のように尋ねた。
ξεῖνε Ἀθηναῖε, παρʼ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας·
「アテナイの客人よ、あなたの知恵と旅のゆえに、我々のもとにはあなたについての多くの噂が届いている。 あなたが知を求めて、見聞のために多くの土地を巡り歩いたとのことだ。
νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.
そこで今、これまでにあなたが会ったすべての人の中で、誰が最も幸福であると見たか、あなたに尋ねたいという欲求が私に湧き起こったのだ。
§1.30.3ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα· Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον.
」クロイソスは自分が人間の中で最も幸福であると期待してこのように尋ねたのであるが、ソロンは世辞を言うこともなく、真実をありのままに述べて言った。 「王よ、アテナイのテロスです。
§1.30.4ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως·
」クロイソスは言われたことに驚き、鋭く問い返した。
κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;
「いったいどのような理由で、テロスが最も幸福であると判断するのか。
ὁ δὲ εἶπε
Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα·
」すると彼は答えた。 「一方では、ポリスが繁栄しているときに、テロスには美しく優れた子供たちがおり、彼ら全員に子供が生まれて、それらが皆健やかに育つのを見届けることができました。
τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρʼ ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο·
他方では、人間としての暮らしにおいて恵まれた状態にあった彼に、人生のこの上なく輝かしい最期が訪れたからです。
§1.30.5γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως.
というのも、エレウシスにおいてアテナイ人と隣国人との間で戦いが起こった際、彼は加勢に駆けつけて敵を敗走させ、実に見事な死を遂げたからです。 そしてアテナイ人は彼を、まさに彼が倒れたその場所に公費で葬り、大いにその栄誉を称えました。 」