§1.30.1αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον.
索伦正是为了这些事情以及游历的目的而旅居国外,他来到了埃及的阿玛西斯那里,特别是来到了萨迪斯的克罗伊斯那里。
ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου·
到达之后,他在王宫里受到了克罗伊斯的款待。
μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια.
在第三天或第四天,在克罗伊斯的命令下,仆人们带领索伦参观了宝库,并向他展示了所有的东西都是既宏伟又富丽的。
§1.30.2θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε. ξεῖνε Ἀθηναῖε, παρʼ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας·
在索伦观看了这一切并按自己的心意审视完之后,克罗伊斯向他问道: “雅典的客人啊,关于你的许多传闻已经传到了我们这里,这不仅是因为你的智慧,也因为你的旅行,说你为了探求知识、为了游历观光而走遍了许多土地。
νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον.
因此,现在我很想问你,在迄今为止你所见过的所有人中,你是否见过谁是最幸福的人。
§1.30.3ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα· Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον.
” 克罗伊斯期望自己是人类中最幸福的人,因此提出了这个问题;但索伦毫不奉承,而是实事求是地说道: “大王,是雅典的泰洛斯。
§1.30.4ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως· κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον;
” 克罗伊斯对所听到的话感到十分惊异,急切地追问道: “你究竟凭什么判定泰洛斯是最幸福的人呢?
ὁ δὲ εἶπε
Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα· τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρʼ ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο·
” 索伦回答道: “一方面,在城邦繁荣兴旺之时,泰洛斯育有既美丽又优秀的儿女,并且他看到他们所有人都生了孩子,而且这些孩子都活了下来;另一方面,在他本人的生活也算过得富足——以我们人类的标准而言——的时候,他迎迎来生命中最辉煌的终结。
§1.30.5γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως.
因为,当雅典人在埃勒乌西斯与邻国人发生战斗时,他前去增援并击退了敌人,英勇地牺牲了;雅典人在他牺牲的原地为他举行了国葬,并给予了他极大的荣誉。 ”