§1.30.1αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας ὁ Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον.
Solon, having gone abroad for the sake of these very things and of travel, arrived in Egypt to visit Amasis, and in particular in Sardis to visit Croesus.
ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου· μετὰ δὲ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς, καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια.
Upon his arrival, he was entertained in the palace by Croesus; and on the third or fourth day, at the command of Croesus, servants conducted Solon around the treasuries and showed him that everything was both vast and wealthy.
§1.30.2θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν, εἴρετο ὁ Κροῖσος τάδε. ξεῖνε Ἀθηναῖε, παρʼ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης, ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας· νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον. §1.30.3ὃ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα· Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει
ὦ βασιλεῦ, Τέλλον Ἀθηναῖον. §1.30.4ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως· κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον; ὁ δὲ εἶπε
Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί, καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα· τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρʼ ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο·
When he had viewed and examined all of them as was convenient for him, Croesus asked him the following: "My Athenian guest, indeed much talk has reached us about you, because of both your wisdom and your travels, how you, seeking wisdom, have traversed many lands for the sake of seeing the world; now, therefore, a desire has come upon me to ask you whether you have already seen anyone who is the most happy of all." Croesus asked this, expecting himself to be the most happy of men; but Solon, flattering him not at all but speaking the plain truth, said: "O King, Tellus the Athenian." Croesus, astonished at what was said, asked him sharply: "In what way indeed do you judge Tellus to be the most happy?" And Solon said: "In the first place, while his city was in a prosperous state, Tellus had beautiful and good children, and he saw children born to all of them, and all of them survived; and in the second place, when he was in a prosperous condition of life, by our human standards, a most glorious end of life came upon him.
§1.30.5γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι, βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως.
For when a battle occurred between the Athenians and their neighbors in Eleusis, he came to their aid, put the enemy to flight, and died most nobly; and the Athenians buried him at public expense on the very spot where he fell, and honored him greatly."