§1.207.1παρεὼν δὲ καὶ μεμφόμενος τὴν γνώμην ταύτην Κροῖσος ὁ Λυδὸς ἀπεδείκνυτο ἐναντίην τῇ προκειμένῃ γνώμῃ, λέγων τάδε.
その場に居合わせ、この意見を非難していたリュディア人のクロイソスは、提示された意見とは反対の意見を表明し、次のように語った。
ὦ βασιλεῦ, εἶπον μὲν καὶ πρότερόν τοι ὅτι ἐπεί με Ζεὺς ἔδωκέ τοι, τὸ ἂν ὁρῶ σφάλμα ἐὸν οἴκῳ τῷ σῷ κατὰ δύναμιν ἀποτρέψειν·
「王よ、ゼウスが私をあなたに委ねてくださって以来、あなたの家に破滅をもたらす過ちを目にすれば、力の及ぶ限りそれを回避させると、私は以前にもあなたに申し上げました。
τὰ δὲ μοι παθήματα ἐόντα ἀχάριτα μαθήματα γέγονε.
私にとっては、過酷なものであった私の体験が、教訓となったのです。
§1.207.2εἰ μὲν ἀθάνατος δοκέεις εἶναι καὶ στρατιῆς τοιαύτης ἄρχειν, οὐδὲν ἂν εἴη πρῆγμα γνώμας ἐμὲ σοὶ ἀποφαίνεσθαι·
もし、あなたが自分は不死であり、このような軍勢を率いているとお考えなら、私があなたに意見を表明することなど無用でありましょう。
εἰ δʼ ἔγνωκας ὅτι ἄνθρωπος καὶ σὺ εἶς καὶ ἑτέρων τοιῶνδε ἄρχεις, ἐκεῖνο πρῶτον μάθε, ὡς κύκλος τῶν ἀνθρωπηίων ἐστὶ πρηγμάτων, περιφερόμενος δὲ οὐκ ἐᾷ αἰεὶ τοὺς αὐτοὺς εὐτυχέειν.
しかし、あなたもまた人間であり、同様の人間たちを支配しているのだとお分かりなのであれば、まず次のことをお学びなさい。 すなわち、人間の諸事には車輪のような回転があり、それは回り続けながら、常に同じ人々が幸運であることを許さないのだということを。
§1.207.3ἤδη ὦν ἔχω γνώμην περὶ τοῦ προκειμένου πρήγματος τὰ ἔμπαλιν ἢ οὗτοι.
それゆえ、提示された問題について、私は彼らとは正反対の意見を抱いております。
εἰ γὰρ ἐθελήσομεν ἐσδέξασθαι τοὺς πολεμίους ἐς τὴν χώρην, ὅδε τοι ἐν αὐτῷ κίνδυνος ἔνι·
というのも、もし私たちが敵を領土に迎え入れることを望むなら、そこには次のような危険が潜んでいるからです。
ἑσσωθεὶς μὲν προσαπολλύεις πᾶσαν τὴν ἀρχήν.
もし敗北すれば、あなたはさらに帝国全土を失うことになります。
δῆλα γὰρ δὴ ὅτι νικῶντες Μασσαγέται οὐ τὸ ὀπίσω φεύξονται ἀλλʼ ἐπʼ ἀρχὰς τὰς σὰς ἐλῶσι.
勝利したマッサゲタイ人は後退して逃げるのではなく、あなたの領土へと進軍してくることは明らかだからです。
§1.207.4νικῶν δὲ οὐ νικᾷς τοσοῦτον ὅσον εἰ διαβὰς ἐς τὴν ἐκείνων, νικῶν Μασσαγέτας, ἕποιο φεύγουσι.
また、仮に勝利したとしても、川を渡って彼らの地に入り、マッサゲタイ人を破って逃げる彼らを追跡することによって得られるであろう勝利に比べれば、その勝利は決して大きなものではありません。
τὠυτὸ γὰρ ἀντιθήσω ἐκείνῳ, ὅτι νικήσας τοὺς ἀντιουμένους ἐλᾷς ἰθὺ τῆς ἀρχῆς τῆς Τομύριος.
私はあの状況に、まさに同じ論理を対置しましょう。 すなわち、立ち向かう者たちを破ったなら、あなたはトミュリスの帝国の中心部へとまっすぐ進軍することになるのだと。
§1.207.5χωρίς τε τοῦ ἀπηγημένου αἰσχρὸν καὶ οὐκ ἀνασχετὸν Κῦρόν γε τὸν Καμβύσεω γυναικὶ εἴξαντα ὑποχωρῆσαι τῆς χώρης.
述べたこととは別としても、カンビュセスの息子キュロスたる者が、女に屈して自らの領地から後退するなど、恥ずべきことであり、到底耐えられることではありません。
νῦν ὦν μοι δοκέει διαβάντας προελθεῖν ὅσον ἂν ἐκεῖνοι ὑπεξίωσι, ἐνθεῦτεν δὲ τάδε ποιεῦντας πειρᾶσθαι ἐκείνων περιγενέσθαι.
ですから、今は川を渡り、彼らが後退する分だけ進軍し、そこから先は次のような手立てを用いて、彼らに打ち勝つよう試みるのが私の意見です。
§1.207.6ὡς γὰρ ἐγὼ πυνθάνομαι, Μασσαγέται εἰσὶ ἀγαθῶν τε Περσικῶν ἄπειροι καὶ καλῶν μεγάλων ἀπαθέες.
私の聞き及んでいるところでは、マッサゲタイ人はペルシアのごちそうを知らず、大いなる贅沢を経験したことがありません。
τούτοισι ὦν τοῖσι ἀνδράσι τῶν προβάτων ἀφειδέως πολλὰ κατακόψαντας καὶ σκευάσαντας προθεῖναι ἐν τῷ στρατοπέδῳ τῷ ἡμετέρῳ δαῖτα, πρὸς δὲ καὶ κρητῆρας ἀφειδέως οἴνου ἀκρήτου καὶ σιτία παντοῖα·
そこで、これらの男たちのために、私たちの羊を惜しみなく大量に屠殺して調理し、私たちの陣営の中に宴を供し、さらに生のワインの混和桶やあらゆる種類の食べ物を惜しみなく置いておくのです。
§1.207.7ποιήσαντας δὲ ταῦτα, ὑπολιπομένους τῆς στρατιῆς τὸ φλαυρότατον, τοὺς λοιποὺς αὖτις ἐξαναχωρέειν ἐπὶ τὸν ποταμόν.
これらを用意した上で、軍勢のうち最も劣る部分を残し、残りの者は再び川へと退却するのです。
ἢν γὰρ ἐγὼ γνώμης μὴ ἁμάρτω, κεῖνοι ἰδόμενοι ἀγαθὰ πολλὰ τρέψονταί τε πρὸς αὐτὰ καὶ ἡμῖν τὸ ἐνθεῦτεν λείπεται ἀπόδεξις ἔργων μεγάλων.
もし私の見立てが誤っていなければ、彼らは多くの素晴らしいごちそうを目にすればそれらに熱中するでしょう。 そして私たちには、その後、偉大な偉業を示すことが残されているのです。 」