§1.208.1γνῶμαι μὲν αὗται συνέστασαν·
これらの意見が対立した。
Κῦρος δὲ μετεὶς τὴν προτέρην γνώμην, τὴν Κροίσου δὲ ἑλόμενος, προηγόρευε Τομύρι ἐξαναχωρέειν ὡς αὐτοῦ διαβησομένου ἐπʼ ἐκείνην.
キュロスは、先の意見を捨てて、クロイソスの意見を選び、自分が彼女の方へ渡河するつもりであるとして、トミュリスに後退するよう告知した。
ἣ μὲν δὴ ἐξανεχώρεε κατὰ ὑπέσχετο πρῶτα·
彼女は、最初に約束した通りに後退した。
Κῦρος δὲ Κροῖσον ἐς τὰς χεῖρας ἐσθεὶς τῷ ἑωυτοῦ παιδὶ Καμβύσῃ, τῷ περ τὴν βασιληίην ἐδίδου, καὶ πολλὰ ἐντειλάμενὸς οἱ τιμᾶν τε αὐτὸν καὶ εὖ ποιέειν, ἢν ἡ διάβασις ἡ ἐπὶ Μασσαγέτας μὴ ὀρθωθῇ, ταῦτα ἐντειλάμενος καὶ ἀποστείλας τούτους ἐς Πέρσας, αὐτὸς διέβαινε τὸν ποταμὸν καὶ ὁ στρατὸς αὐτοῦ.
キュロスは、王位を譲ることにしていた自身の息子カンビュセスの手にクロイソスを委ね、マッサゲタイ人に対する遠征が成功しない場合には、彼を敬い、親切にするよう、彼に多くの指示を与え、これらの指示を与え、彼らをペルシアへと送り出した上で、彼自身と彼の軍勢は川を渡り始めた。