§1.207.1παρεὼν δὲ καὶ μεμφόμενος τὴν γνώμην ταύτην Κροῖσος ὁ Λυδὸς ἀπεδείκνυτο ἐναντίην τῇ προκειμένῃ γνώμῃ, λέγων τάδε. ὦ βασιλεῦ, εἶπον μὲν καὶ πρότερόν τοι ὅτι ἐπεί με Ζεὺς ἔδωκέ τοι, τὸ ἂν ὁρῶ σφάλμα ἐὸν οἴκῳ τῷ σῷ κατὰ δύναμιν ἀποτρέψειν·
当时在场并反对这一提议的吕底亚人克罗伊斯,发表了与先前大相径庭的意见,他这样说道: “国王啊,我以前就对您说过,自从宙斯把我赐予您,只要我看到有任何危及您王室的灾祸,我都将尽我所能予以阻止。
τὰ δὲ μοι παθήματα ἐόντα ἀχάριτα μαθήματα γέγονε.
而我那痛苦的遭遇,虽是不幸,却已成了我的教训。
§1.207.2εἰ μὲν ἀθάνατος δοκέεις εἶναι καὶ στρατιῆς τοιαύτης ἄρχειν, οὐδὲν ἂν εἴη πρῆγμα γνώμας ἐμὲ σοὶ ἀποφαίνεσθαι·
如果您认为自己是长生不死的,并且统治着这样一支军队,那么我向您陈述我的意见就毫无意义了。
εἰ δʼ ἔγνωκας ὅτι ἄνθρωπος καὶ σὺ εἶς καὶ ἑτέρων τοιῶνδε ἄρχεις, ἐκεῖνο πρῶτον μάθε, ὡς κύκλος τῶν ἀνθρωπηίων ἐστὶ πρηγμάτων, περιφερόμενος δὲ οὐκ ἐᾷ αἰεὶ τοὺς αὐτοὺς εὐτυχέειν.
但如果您已经认识到您自己也是凡人,且统治着同样是凡人的人群,那么请首先记住这一点:人间万事皆有轮转,而这轮转决不容许同样的人永远享有幸运。
§1.207.3ἤδη ὦν ἔχω γνώμην περὶ τοῦ προκειμένου πρήγματος τὰ ἔμπαλιν ἢ οὗτοι.
因此,对于摆在面前的这件事,我持与这些人截然相反的看法。
εἰ γὰρ ἐθελήσομεν ἐσδέξασθαι τοὺς πολεμίους ἐς τὴν χώρην, ὅδε τοι ἐν αὐτῷ κίνδυνος ἔνι· ἑσσωθεὶς μὲν προσαπολλύεις πᾶσαν τὴν ἀρχήν.
因为如果我们愿意在自己的领土上迎击敌人,其中就会蕴含着这样的危险:一旦失败,您就会连带丧失整个帝国。
δῆλα γὰρ δὴ ὅτι νικῶντες Μασσαγέται οὐ τὸ ὀπίσω φεύξονται ἀλλʼ ἐπʼ ἀρχὰς τὰς σὰς ἐλῶσι.
因为显而易见,胜利的马萨革泰人绝不会往回逃跑,而是会向您的领土进军。
§1.207.4νικῶν δὲ οὐ νικᾷς τοσοῦτον ὅσον εἰ διαβὰς ἐς τὴν ἐκείνων, νικῶν Μασσαγέτας, ἕποιο φεύγουσι.
而即使您获胜,您的战果也无法与您渡河进入他们的领土、击败马萨革泰人并追击溃逃的他们相比。
τὠυτὸ γὰρ ἀντιθήσω ἐκείνῳ, ὅτι νικήσας τοὺς ἀντιουμένους ἐλᾷς ἰθὺ τῆς ἀρχῆς τῆς Τομύριος.
因为我可以用同样的道理来反驳对方:当您击败了阻挡您的敌人后,您就将直接向托米丽丝的帝国腹地进军。
§1.207.5χωρίς τε τοῦ ἀπηγημένου αἰσχρὸν καὶ οὐκ ἀνασχετὸν Κῦρόν γε τὸν Καμβύσεω γυναικὶ εἴξαντα ὑποχωρῆσαι τῆς χώρης.
除了刚才所说的得失之外,让甘比西斯之子居鲁士向一个女人屈服并从自己的国土撤退,也是一件可耻且无法容忍的事。
νῦν ὦν μοι δοκέει διαβάντας προελθεῖν ὅσον ἂν ἐκεῖνοι ὑπεξίωσι, ἐνθεῦτεν δὲ τάδε ποιεῦντας πειρᾶσθαι ἐκείνων περιγενέσθαι.
因此,现在我的意见是,我们应当渡河过去,在他们后退多远时我们就前进多远,然后从那里开始,通过做以下的事情来谋求战胜他们。
§1.207.6ὡς γὰρ ἐγὼ πυνθάνομαι, Μασσαγέται εἰσὶ ἀγαθῶν τε Περσικῶν ἄπειροι καὶ καλῶν μεγάλων ἀπαθέες.
因为据我所知,马萨革泰人从未品尝过波斯的美食,也未曾享受过大好的奢华。
τούτοισι ὦν τοῖσι ἀνδράσι τῶν προβάτων ἀφειδέως πολλὰ κατακόψαντας καὶ σκευάσαντας προθεῖναι ἐν τῷ στρατοπέδῳ τῷ ἡμετέρῳ δαῖτα, πρὸς δὲ καὶ κρητῆρας ἀφειδέως οἴνου ἀκρήτου καὶ σιτία παντοῖα·
因此,我们应该为这些人慷慨地宰杀并烹调大量的羊只,在我们的营地里摆设宴席,此外还要慷慨地准备好几大桶纯温酒和各种各样的食物。
§1.207.7ποιήσαντας δὲ ταῦτα, ὑπολιπομένους τῆς στρατιῆς τὸ φλαυρότατον, τοὺς λοιποὺς αὖτις ἐξαναχωρέειν ἐπὶ τὸν ποταμόν.
做完这些后,留下我们军队中战力最差的部分,其余的人则再次退回到河边。
ἢν γὰρ ἐγὼ γνώμης μὴ ἁμάρτω, κεῖνοι ἰδόμενοι ἀγαθὰ πολλὰ τρέψονταί τε πρὸς αὐτὰ καὶ ἡμῖν τὸ ἐνθεῦτεν λείπεται ἀπόδεξις ἔργων μεγάλων.
因为如果我的判断没有错,他们一旦看到这么多好东西,就会沉溺于其中,而那之后剩下的,就是我们展现伟绩的时候了。 ”