§1.204.1τὰ μὲν δὴ πρὸς ἑσπέρην τῆς θαλάσσης ταύτης τῆς Κασπίης καλεομένης ὁ Καύκασος ἀπέργει, τὰ δὲ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα πεδίον ἐκδέκεται πλῆθος ἄπειρον ἐς ἄποψιν.
カスピ海と呼ばれるこの海の西側はカウカソス山脈が遮っているが、東、すなわち日の昇る方角は、見渡す限り果てしない広さの平原へと続いている。
τοῦ ὦν δὴ πεδίου τούτου τοῦ μεγάλου οὐκ ἐλαχίστην μοῖραν μετέχουσι οἱ Μασσαγέται, ἐπʼ οὓς ὁ Κῦρος ἔσχε προθυμίην στρατεύσασθαι.
さて、この大平原の決して小さくない部分を占めているのがマッサゲタイ人であり、彼らに対してキュロスは遠征しようという強い切望を抱いた。
§1.204.2πολλά τε γάρ μιν καὶ μεγάλα τὰ ἐπαείροντα καὶ ἐποτρύνοντα ἦν, πρῶτον μὲν ἡ γένεσις, τὸ δοκέειν πλέον τι εἶναι ἀνθρώπου, δευτέρα δὲ ἡ εὐτυχίη ἡ κατὰ τοὺς πολέμους γενομένη·
というのも、彼を奮い立たせ、促す要因は多くかつ大きかったからである。 第一にはその出生、すなわち人間以上の存在であると信じられていることであり、第二にはこれまでの戦争において彼にもたらされた幸運であった。
ὅκῃ γὰρ ἰθύσειε στρατεύεσθαι Κῦρος, ἀμήχανον ἦν ἐκεῖνο τὸ ἔθνος διαφυγεῖν.
なぜなら、キュロスがどこへ遠征を企てようとも、その部族が逃れることは不可能だったからである。