§1.193.1ἡ δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ, καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο·
アッシリアの土地にはわずかしか雨が降らず、穀物の根を育てるのはこの雨である。
ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται ὁ σῖτος, οὐ κατὰ περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας, ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος.
しかし、川からの灌漑によって作物の青葉は豊かに育ち、穀物は結実する。 それは、エジプトにおいて川自体が畑に氾濫するのとは異なり、手やはねつるべを使って灌漑されるのである。
§1.193.2ἡ γὰρ Βαβυλωνίη χώρη πᾶσα, κατά περ ἡ Αἰγυπτίη, κατατέτμηται ἐς διώρυχας·
というのも、バビロニア地方は全土が、エジプト地方と同様に運河によって細分されているからである。
καὶ ἡ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος, πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν, ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω, ἐς τὸν Τίγρην, παρʼ ὃν Νίνος πόλις οἴκητο.
それら運河のうち最大のものは船が航行可能であり、冬の日の出の方向に向いており、ユーフラテス川から別の川、すなわちその傍らにニノスの町が建てられていたチグリス川へと流れ込んでいる。
ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν
この土地は、我々が知るすべての土地の中で、デメテルの実りをもたらすことにおいて格段に最も優れている。
§1.193.3τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν, οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην.
なぜなら、他の樹木、すなわちイチジクもブドウもオリーブも、ここではそもそも実をつけようとさえしないからである。
τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ, ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ, ἐπὶ τριηκόσια ἐκφέρει.
しかし、デメテルの実りをもたらすことにおいては非常に豊かであり、一般に200倍の収穫をもたらし、最も生育が良いときには300倍をもたらす。
τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων.
そこでの小麦や大麦の葉は、幅がたやすく指4本分にもなる。
§1.193.4ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται, ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι, εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται.
キビやゴマがどれほどの木の大きさに成長するかについては、私はよく知っているが、言及しないでおこう。 バビロニア地方を訪れたことのない人々にとっては、作物に関してすでに述べたことさえ、到底信じがたいことに思われるに違いないとよく知っているからである。
χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλʼ ἢ ἐκ τῶν σησάμων ποιεῦντες.
彼らは油としては、ゴマから作るもの以外はまったく使用しない。
εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται·
また、平野のいたるところにナツメヤシが生えており、その大半は実を結ぶもので、それらから食物やワイン、蜜を作っている。
§1.193.5τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνὲς καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τὸν φοινίκων, ἵνα πεπαίνῃ τε σφι ὁ ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ ὁ καρπὸς τοῦ φοίνικος·
彼らはナツメヤシをイチジクの木と同じように手入れするが、とりわけ、ギリシア人が「雄のナツメヤシ」と呼ぶものの実を、実をつけるナツメヤシに結びつける。 それは、そのコバチが実の中に入り込んで熟させ、ナツメヤシの実が落ちてしまわないようにするためである。
ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι.
実に、ちょうど野生のイチジクがそうであるように、雄のナツメヤシはその実の中にコバチを宿しているからである。