Humanitext Reader

希罗多德 · 历史 §1.193.1-1.193.5

巴比伦尼亚的灌溉农业与椰枣栽培

第 193 段,共 1577 段 · 希腊语

内容简介

作者介绍了亚述及巴比伦极度肥沃的农业状况与运河灌溉系统,并详细说明了椰枣的人工授粉及栽培方法。

§1.193.1ἡ δὲ γῆ τῶν Ἀσσυρίων ὕεται μὲν ὀλίγῳ, καὶ τὸ ἐκτρέφον τὴν ῥίζαν τοῦ σίτου ἐστὶ τοῦτο·
亚述人的土地极少下雨,而滋养谷物根部的正是这雨水。
ἀρδόμενον μέντοι ἐκ τοῦ ποταμοῦ ἁδρύνεταί τε τὸ λήιον καὶ παραγίνεται ὁ σῖτος, οὐ κατὰ περ ἐν Αἰγύπτῳ αὐτοῦ τοῦ ποταμοῦ ἀναβαίνοντος ἐς τὰς ἀρούρας, ἀλλὰ χερσί τε καὶ κηλωνηίοισι ἀρδόμενος.
然而,通过河水的灌溉,作物茁壮成长,谷物得以成熟。 这不像在埃及那样,由河流自身溢出流向田地,而是通过人力和桔槔来进行灌溉的。
§1.193.2ἡ γὰρ Βαβυλωνίη χώρη πᾶσα, κατά περ ἡ Αἰγυπτίη, κατατέτμηται ἐς διώρυχας· καὶ ἡ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος, πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν, ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω, ἐς τὸν Τίγρην, παρʼ ὃν Νίνος πόλις οἴκητο.
因为整个巴比伦地区和埃及一样,都被开凿了运河;其中最大的一条运河可通航船只,朝向冬至日出的方向,它从幼发拉底河注入另一条河流,即底格里斯河,而尼诺斯城就坐落在这条河畔。
ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν
在所有我们所知的土地中,这里显然是出产德墨忒尔果实最优秀的地方。
§1.193.3τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν, οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην.
因为其他的树木,如无花果、葡萄和橄榄,在这里甚至根本不曾尝试生长。
τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ, ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ, ἐπὶ τριηκόσια ἐκφέρει.
但是,在出产德墨忒尔的果实方面,这里的土地是如此肥沃,以至于通常能有两百倍的收成,而当它处于最佳状态时,甚至能达到三百倍。
τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων.
那里的麦子和大麦的叶子,宽度很容易就达到四指宽。
§1.193.4ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται, ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι, εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται.
至于小米和芝麻能长到像树木一样多么巨大的高度,我虽然非常清楚,但并不打算提及,因为我很清楚,对于那些未曾到过巴比伦地区的人来说,即便关于作物已经说过的那些话,也已经到了令人极度难以置信的地步。
χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλʼ ἢ ἐκ τῶν σησάμων ποιεῦντες.
除了用芝麻榨取的油外,他们完全不使用其他油类。
εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται·
在他们的整个平原上都生长着椰枣树,其中大多数是结实的长成树,他们用这些椰枣制作食物、美酒和蜂蜜。
§1.193.5τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνὲς καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τὸν φοινίκων, ἵνα πεπαίνῃ τε σφι ὁ ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ ὁ καρπὸς τοῦ φοίνικος·
他们像对待无花果树那样照料这些椰枣树,尤其是将希腊人称为“雄椰枣”的果实,系在那些结实的椰枣树上,以便让瘿蜂钻入果实中使其成熟,而不至于让椰枣的果实脱落。
ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι.
因为正如野生无花果一样,雄性椰枣在其果实中确实携带着瘿蜂。

词汇与语法注释

  1. 1.193.1ἀρδόμενον ... ἀρδόμενος — 在同一句中,表示“被灌溉”的被动分词在性上分别与其修饰的名词一致:中性单数 `ἀρδόμενον` 与 `τὸ λήιον` 一致,而阳性单数 `ἀρδόμενος` 与 `ὁ σῖτος` 一致。这种形式上的变化将两种灌溉动作与其各自的主语紧密联系在一起。
  2. 1.193.2ἐκφέρειν — 这是一个说明性不定式(epexegetical infinitive),修饰最高级形容词 `ἀρίστη`,说明该土地在何种方面或领域是最优秀的(“最擅长产出”)。
  3. 1.193.4καρπῶν ἐχόμενα — 中性复数主格分词 `ἐχόμενα`(源自 `ἔχομαι`)支配属格 `καρπῶν`,构成表示“关于……”的惯用句式。在此指“已经说过的关于作物的事”。
  4. 1.193.5συκέων τρόπον — 名词 `τρόπος` 的宾格 `τρόπον` 与前置属格 `συκέων`(无花果树的)连用,作副词性表达,意为“以……的方式”或“像……一样”。

引用这一段

希罗多德, 历史 §1.193.1-1.193.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.193.1-1.193.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。